Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX 4MA Chapter 12

4MA 12 ©

12Ὡς δὲ καὶ οὗτος μακαρίως ἐναπέθανεν καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, πάντων νεώτερος. 2Ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθεὶς, ὁρῶν ἤση τὰ δεσμὰ περικείμενον, 3πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων,

4Τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τὲλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν, σὺ, εἰ μὲν μὴ πεισθείης, τὰλας βασανισθεὶς καὶ πασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας. 5Πεισθείης δὲ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.

6Καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὄπως αὐτὴν ἐμεήσαν υἱῶν στερηθῖσαν παρορμήσειεν ἐπὶ τὴν μσωτηρίαν, εὐπειθῆ τὸν περιλειπόμενον. 7Ὁ δὲ τῆν μητρὸς τῇ Ἐβραΐδι φωνῇ προτρεψαμένης· αὐτὸν (ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον.) ἀπολύσατε με, φησίν· 8εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν. 9Καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν.

10Καὶ σραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη, ἀνόσιε, 11φησὶν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ Θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν, τούς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας στρεβλῶσαι; 12Ἀνθ ὧ ταμιεύεταί σε ἡ θεια δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυεὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αιῶνα οὐκ ἀνήσουσίν σε.

13Οὐκ ᾐδέσθης ἄνθρωπος ὢν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιξείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι; 14Ἀλλʼ οἱ μὴν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰν τὸν Θεὸν εὐσέβειαν. 15Σὺ δὲ κακὸς κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆν ἀγωνιστὰν ἀναιτίως ἀποκτεῖναι.

16Ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη, 17οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας. 18Ἐπικαλοῦμαι δὲ τὸν πατρῷον Θεὸν, ὅπως ἵλεως γένει μου. 19Σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται.

20Καὶ ταῦτα κατευξάμενος, ἐαυτὸν ἔοιψεν κατὰ τῶν τηγάνων· καὶ οὕτως ἀπέδεκεν.

4MA 12 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18