Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX 4MA Chapter 4

4MA 4 ©

4Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτεύομενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἰσχυσεν κακῶσαι, φυγὰς ᾤχετο, τὴν πατρίδα προδώσων.

2Ὅθεν ἥκων πρὸς Ἀπολλώνιος, τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγὸν, ἔλεγεν, 3εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω, μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἱεροσολύμων γαζοφυλακίοις τεθησαύρισται, τῷ ἱερῷ μὴ ἐπικοινωνούσας, ἀλλὰ προσήκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ.

4Τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος, τὸν μὲν Σίμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυε τὸν τῶν χρημάτων θησαυρόν· 5καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν, ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ προσελθὼν, 6ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν, ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα. 7Καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος, ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες, εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντας τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἦν ἐκώλυον. 8Μετὰ ἀπειλῆς δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν.

9Τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν Θεὸν ὑπερασπίσαι τοῦ ἱεροῦ καταφρονουμένου τόπου. 10Ἀνιόντος τε μετὰ καθωπλισμένης τῆς στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἀρπαγὴν οὐρανόθεν ἔφιπποι προϋφάνησαν ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις, καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιόντες. 11Καταπεσὼν γέ τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν, μετὰ διακρύων τοὺς Ἑβραίους παρεκάλει, ὅπως περὶ αὐτοῦ εὐξόμενοι, τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν. 12Ἔλεγεν γὰρ ἡμαρτηκὼς, ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν, πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα.

13Τούτοις ἐπαχθεὶς τοῖς λόγοις Ὀνίας ὁ ἀρχιερεὺς, καίπερ ἄλλως εὐλαβηθεὶς, μή ποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρήσασθαι τὸν Ἀπωλλώνιον, ηὔξατο περὶ αὐτοῦ. 14Καὶ ὁ μὲν παραδὸξως διασωθεὶς ᾤχετο, δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ.

15Τελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανὴς, ἀνὴρ ὑπερήφανος καὶ δεινὸς. 16Ὃς καταλύσας τὸν Ὀνίαν τῆς ἀρχιερωσύνης, 17Ἰάσονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα, συνθέμενον δώσειν, εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχὴν, κατʼ ἐνιαυτὸν τρισχίλια ἐξακόσια ἑξήκοντα τάλαντα.

18Ὁ δὲ ἐπέτρεψεν αὐτῷ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι. 19Ὃς καὶ ἐξεζήτησεν τὸ ἔθνος, καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν. 20Ὥστε μὴ μόνον ἐπʼ αὐτῇ τῆ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι, τὴν τοῦ ἱεροῦ κηδεμονίαν. 21Ἐφʼ οἷς ἀγανακτήσασα ἡ θεία δίκη αὐτόν τοι τὸν Ἀντίοχον ἐπολέμησεν. 22Ἐπειδὴ γὰρ πολεμῶν ἦν κατʼ Αἴγυπ τον Πτολεμαίῳ, ἤκουσέν τε, ὅτι φήμης διαδοθείσης περὶ τιῦ τεθνάναι αὐτὸν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἱεροσολυμῖται, ταχέως ἐπʼ αὐτοὺς ἀνέζευξεν. 23Καὶ ὡς ἐπόρθσεν αὐτοὺς, δόγμα ἔθετο, ὅπως εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ θάνοιεν.

24Καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὔνοιαν, ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας, 25ὥστε καὶ γυναῖκας, ὅτι περιέτεμον τὰ παιδία, μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι, προειδυίας ὅτι τοῦτο πείσονται· 26ἐπεὶ οὖν τὰ δόγματα αὑτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ, αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τούτου ἔθνους ἠνάγκαζεν μικρῶν ἀπογευομένους τροφῶν, ἐξόμνυσθαι τὸν Ἰουδαϊσμόν.

4MA 4 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18