Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX 4MA Chapter 7

4MA 7 ©

7Ὥσπερ καὶ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ἐλεαζάρου λογισμὸς, πηδαλιουεχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει, 2καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς, καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις, 3κατʼ οὐδένα τρόπον μετέτρεψεν τοὺς τῆς εὐσεβείας οἴακας, ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς θανάτου νίκης λιμένα.

4Οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχεν ποτὲ πολιορκουμένη, ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος, ἐκίνησεν τοὺς πολιορκοῦντας, διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν. 5Ὥσπερ γὰρ πρόκρημνον ἄκραν, τὴν ἑαυτοῦ διὰνοιαν ὁ πατὴρ Ἐλεάζαρος ἐκτείνας, περιέκλασεν τοὺς μαινομένους τῶν παθῶν κλύδωνας.

6Ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ, οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας, οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοινώνησας μιεροφαγίᾳ· 7Ὦ σύμφωνε νόμου, καὶ φιλόσοφε θείου βίου. 8Τοίουτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι, καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας.

9Σὺ πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας, καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας, καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς φιλοσοφίας λὸγους. 10Ὦ βασάνων βιότερε γέρων, πυρὸς εὐτονώτερε πρεσβύτα, καὶ παθῶν μέγιστε βασιλεῦ Ἐλεάζαρ.

11Ὥσπερ γὰρ ὁ πατὴρ Ἀαρὸν τῷ θυμιατηρίῳ κατθωπλισμένος, διὰ τοῦ ἐθνοπλήθου ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον. 12Οὕτως ὁ Ἀαρωνίδης Ἐλεάζαρος διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν. 13Καίτοι τὸ θαυμασιώτατον, γέρων ὢν, λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος πόνων, καὶ περιεχαλασμένων δὲ τῶν σαρκῶν, κεκμηκότων δὲ καὶ τῶν νεύρων, ἀνενέασεν. 14Τῷ πνεύματι τοῦ λογισμοῦ, καὶ τῷ Ἰσακείῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν. 15Ὦ μακαρίου γήρως, καὶ σεμνῆς πολιᾶς, καὶ βίου νομίμου, ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν. 16Εἰ δὲ τοίνυν γέρων τῶν μέχρι θανάτου βασάνων περιεφρόνησεν διʼ εὐσέβειαν, ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.

17Ἴσως δʼ ἂν εἴποιέν τινες, τῶν παθῶν οὐ πάντες περικρατοῦσιν, ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν. 18Ἀλλʼ ὅσοι εὑσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας, οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν· 19οἱ πιστεύοντες, ὅτι Θεῷ οὐκ ἀποθνήσκουσιν, ὥσπερ γὰρ οἱ πατριάρχαι ἡμῶν Ἁβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, ζῶσι τῷ Θεῷ.

20Οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν. 21Ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα εὐσεβῶς φιλοσοφῶν, καὶ πεπιστευκὼς Θεῷ, 22καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν, οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν εὐσέβειαν; 23μόνος γὰρ ὁ σοφὸς καὶ σώφρων ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος. 24Διὰ τοῦτο γέ τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείας λογισμῷ φιλοσοφουντες χαλεπωτερων βασανιστηρίων ἐπεκράτησαν. 25Ἐπειδὴ γὰρ κατὰ τὴν πρώτην πεῖραν ἐνικήθη περιφανὴς ὁ τύραννος, μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαιροφαγῆσαι.

4MA 7 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18