Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
2CH C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36
27 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ. 2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, κατὰ πάντα ἃ ἐποίησεν Ὀζίας ὁ πατὴρ αὐτοῦ, ἀλλʼ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου. Καὶ ἔτι ὁ λαὸς κατεφθείρετο. 3 Αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν, καὶ ἐν τείχει Ὀπέλ ᾠκοδόμησε πολλὰ, 4 ἐν ὄρει Ἰούδα, καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους. 5 Αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν, καὶ κατίσχυσεν ἐπʼ αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Ἀμμὼν καὶ κατʼ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου, καὶ δέκα χιλιάδας κόρων πυροῦ, καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν Ἀμμὼν κατʼ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ. 6 Κατίσχυσεν Ιωάθαμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.
7 Καὶ οἱ λοιποὶ λόγοι Ἰωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 9 Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2CH C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36