Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

2CHC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX 2CH Chapter 35

2CH 35 ©

35Καὶ ἐποίησεν Ἰωσίας τὸ φασὲχ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου. 2Καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν, καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου. 3Καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ, τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ· καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεὺς, οὐκ ἔστιν ὑμῖν ἐπʼ ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ τῷ λαῷ αὐτοῦ Ἰσραήλ. 4Καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν, καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ, καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ. 5Καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις. 6Καὶ θύσατε τὸ φασὲκ, καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.

7Καὶ ἀπήρξατο Ἰωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα, καὶ ἀμνοὺς, καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασὲκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας, καὶ μόσχων τρεῖς χιλιάδας, ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως. 8Καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις· ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ Ἰεϊὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ, καὶ ἔδωκαν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους διαχίλια ἑξακόσια, καὶ μόσχους τριακοσίους. 9Καὶ Χωνενίας, καὶ Βαναίας, καὶ Σαμαίας, καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ, καὶ Ἀσαβίας, καὶ Ἰεϊὴλ, καὶ Ἰωζαβὰδ, ἄρχοντες τῶν Λευιτῶν, ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲχ πρόβατα πεντακισχίλια, καὶ μόσχους πεντακοσίους.

10Καὶ κατωρθώθη ἡ λειτουργεία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως. 11Καὶ ἔθυσαν τὸ φασὲκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν. 12Καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατʼ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ, τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ· καὶ οὕτως εἰς τὸ πρωΐ. 13Καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν, καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι, καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.

14Καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτὸς, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς, καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. 15Καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16Καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ, καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσίου. 17Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἑν τῷ καιρῷ ἐκείνῳ, καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.

18Καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ, ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ· οὐκ ἐποίησαν τὸ φασὲκ ὃ ἐποίησεν Ἰωσίας, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ πᾶς Ἰούδα καὶ Ἰσραὴλ ὁ εὑρεθεὶς, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ, τῷ Κυρίῳ. 19Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο· μετὰ ταῦτα πάντα ἃ ἔδρασεν Ἰωσίας ἐν τῷ οἴκῳ, 19aκαὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησὶμ ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου· 19bὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅμοιος· 19cπλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδα, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ ἂ παρώργισε Μανασσῆς· 19dκαὶ εἶπε Κύριος, καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραὴλ, καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον ὃν εἶπα, ἔσται τὸ ὄνομά μου ἐκεῖ.

20Καὶ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. 21Καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους, λέγων, τί ἐμοὶ καὶ σοί βασιλεῦ Ἰούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι· καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαι με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετʼ ἐμοῦ, μὴ καταφθείρῃ σε. 22Καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διὰ στόματος Θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ. 23Καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ, ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. 24Καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος, καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἀπέθανε, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· καὶ πᾶς Ἰούδα καὶ Ἱερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσίαν. 25Καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραὴλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.

26Καὶ ἦσαν οἱ λοιποὶ λόγοι Ἰωσίου καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου· 27καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

2CH 35 ©

2CHC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36