Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX LJE

LJE - Brenton Greek Text

ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ

1ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἱερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ.

2Διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως τῶν Βαβυλωνίων. 3Εἰσελθόντες οὖν εἰς Βαβυλῶνα, ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν, ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης.

4Νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν. 5Εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λὰβῃ ἐπʼ αὐτοῖς, ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά. 6Εἴπατε δὲ τῇ διανοίᾳ, σοὶ δεῖ προσκυνεῖν, δέσποτα. 7Ὁ γὰρ ἄγγελός μου μεθʼ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.

8Γλῶσσα γὰρ αὐτῶν ἐστι κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δʼ ἐστὶ, καὶ οὐ δύνανται λαλεῖν. 9Καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον, κατασκευάζουσι στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν. 10Ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσι. 11Δώσουσι δὲ ἀπʼ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις· κοσμοῦσί τε αὐτοὺς, ὡς ἀνθρώπους, τοῖς ἐνδύμασι, θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς, καὶ ξυλίνους.

12Οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν. 13Ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτὸν, ὅς ἐστι πλείων ἐπʼ αὐτοῖς. 14Καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. 15Ἔχει δὲ ἐγχειρίδιον δεξιᾷ, καὶ πέλεκυν· ἑαυτὸν δὲ ἐκ πολέμον καὶ λῃστῶν οὐκ ἐξελεῖται. 16Ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς.

17Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γῖνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις· οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶ κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων. 18Καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα, περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ· τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασί τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι.

19Λύχνους καίουσι, καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. 20Ἔστι μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν, κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται· 21Μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας. 22Ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐφίπτανται νυκτερίδες, χελιδόνες, καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι. 23Ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶ θεοί· μὴ οὖν φοβεῖσθε αὐτά.

24Τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰὸν, οὐ μὴ στίλψωσιν, οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο. 25Ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστὶν, ἐν οἷς οὐκ ἔστι πνεῦμα. 26Ἄνευ ποδῶν ἐπʼ ὤμοις φέρονταὶ, ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις.

27Αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ, διὰ τὸ, εἴποτε ἐπὶ τὴν γῆν πέσῃ, μὴ διʼ αὐτῶν ἀνίστασθαι, μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, διʼ ἑαυτοῦ κινηθήσεται, μητε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται.

28Τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι, οὐτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσι. 29Τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται· γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶ θεοὶ, μὴ φοβηθῆτε αὐτούς. 30Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασι θεοῖς ἀργυροῖς και χρυσοῖς καὶ ξυλίνοις. 31Καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διεῤῥωγότας, καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν. 32Ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν, ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ.

33Ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς, ἐνδύσουσι τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία. 34Οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος, οὔτε ἐὰν ἀγαθὸν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται, οὔτε ἀφελέσθαι. 35Ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις εὐχὴν αὐτοῖς εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν. 36Ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται, οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται. 37Ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται. 38Χήραν οὐ μὴ ἐλεήσωσιν, οὔτε ὀρφανὸν εὖ ποιήσωσι.

39Τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμὲνοι εἰσὶ τὰ ξύλινα, καὶ τὰ περίχρυσα, καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.

40Πῶς οὖν νομιστέον ἢ κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά; 41Οἳ ὅταν ἴδωσιν ἐνεὸν μὴ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον, ἀξιοῦσι φωνῆσαι, ὠς δυνατοῦ ὄντος αὐτοῦ αἰσθὲσθαι. 42Καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτὰ, αἴσθησιν γὰρ οὐκ ἐχουσιν.

43Αἱ δὲ γυναῖκες περιθέμεναι σχοινὶα, ἐν ταῖς ὁδοῖς ἐγκάθηνται, θυμιῶσαι τὰ πίτυρα· ὅτας δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ, οὔτε τὸ σχοινίον αὐτῆς διεῤῥάγη. 44Πάντα τὰ γενόμενα ἐν αὐτοῖς ἐστι ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν;

45Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γὲνηται, ἢ ὃ βούλονται οἱ τεχνίται αὐτὰ γενέσθαι. 46Αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα;

47Κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. 48Ὅταν γὰρ ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακὰ, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς, ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν. 49Πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσί θεοί, οἳ οὔτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου, οὔτε ἐκ κακῶν; 50Ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα, γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ. 51Τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὃτι οὐκ εἰσὶ θεοὶ, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστι.

52Τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶ θεοί; 53Βασιλὲα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσι. 54Κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ ῥύσωνται ἀδίκημα, ἀδὺνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀναμέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς.

55Καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται. 56Βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσι· πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶ θεοί; 57Οὔτε ἀπὸ κλεπτῶν, οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσι θεοὶ ξύλινον, καὶ περιάργυροι, καὶ περίχρυσοι· 58ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν.

59Ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν, ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφʼ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα, ἢ οἱ ψευδεῖς θεοί· καὶ ξύλινος στύλος ἐν βασιλείοις, ἤ οἱ ψευδεῖς θεοί.

60Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ, καὶ ἀποστελλόμενα ἐπὶ χρείας, εὐήκοά εἰσιν. 61Ὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ, εὔοπτός ἐστι· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ. 62Καὶ νεφέλαις ὅταν ἐπιταγῆ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐπιπορεύεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν. 63Τό, τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς, ποιεῖ τὸ συνταχθὲν· ταῦτα δὲ οὔτε ταῖς εἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν.

64Ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κλητέον κρίναι, οὔτε εὖ ποιῆσαι ἀνθρώποις. 65Γνόντες οὖν ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς·

66Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται, οὔτε μὴ εὐλογήσωσι. 67Σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν, οὔτε φωτιοῦσιν ὡς ἡ σελήνη. 68Τὰ θηρία αὐτῶν ἐστι κρείττω, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι. 69Κατʼ οὐδένα οὖν τρόπον ἡμῖν ἑστι φανερὸν ὅτι εἰσὶ θεοί· διὸ μὴ φοβηθῆτε αὐτούς.

70Ὥσοερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσι ξύλινοι καὶ περίχρυσον καὶ περιάργυροι. 71τὸν αὐτὸν τρόπον καὶ τῇ. ἐν κήπῳ ῥάμνῳ, ἐφʼ ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐῤῥιμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 72Ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης γνωσθήσονται ὅτι οὐκ εἰσὶ θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ.

73Κρεῖσσον οὖ ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.