Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX EZRA

EZR - Brenton Greek Text

ΕΣΔΡΑΣ

1ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐν γραπτῷ, λέγων,

2Οὕτως εἶπε Κύρος βασιλεὺς Περσῶν, πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπʼ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ. 3Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ Ἰσραὴλ· αὐτὸς ὁ Θεὸς ὁ ἐν Ἱερουσαλήμ. 4Καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποσκευῇ, καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ.

5Καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν Ἰούδα καὶ Βενιαμεὶν, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ. 6Καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ, καὶ ἐν κτήνεσι, καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων.

7Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ· 8Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ Ἰούδα. 9Καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα, καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι, κεφουρῆς χρυσοῖ τριάκοντα, καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα, 10καὶ σκεύη ἕτερα χίλια. 11Πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.

2Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ· 2Οἳ ἦλθον μετὰ Ζοροβάβελ, Ἰησοῦς, Νεεμίας, Σαραΐας, Ῥεελίας, Μαρδοχαῖος, Βαλασὰν, Μασφὰρ, Βαγουαὶ, Ῥεοὺμ, Βαανά· ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ.

3Υἱοὶ Φαρὲς, δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο.

4Υἱοὶ Σαφατία, τριακόσιοι ἑβδομηκονταδύο.

5Υἱοὶ Ἄρες, ἑπτακόσιοι ἑβδομηκονταπέντε.

6Υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ, δισχίλιοι ὀκτακόσιοι δεκαδύο.

7Υἱοὶ Αἰλὰμ, χίλιοι διακόσιοι πεντηκοντατέσσαρες.

8Υἱοὶ Ζατθουὰ, ἐννακόσιοι τεσσαρακονταπέντε.

9Υἱοὶ Ζακχοὺ, ἑπτακόσιοι ἑξήκοντα.

10Υἱοὶ Βανουὶ, ἑξακόσιοι τεσσαρακονταδύο.

11Υἱοὶ Βαβαῒ, ἑξακόσιοι εἰκοσιτρεῖς.

12Υἱοὶ Ἀσγὰδ, χίλιοι διακόσιοι εἰκοσιδύο.

13Υἱοὶ Ἀδωνικὰμ, ἑξακόσιοι ἑξηκονταέξ.

14Υἱοὶ Βαγουὲ, δισχίλιοι πεντηκονταέξ.

15Υἱοὶ Ἀδδὶν, τετρακόσιοι πεντηκοντατέσσαρες.

16Υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ, ἐννενηκονταοκτώ.

17Υἱοὶ Βασσοῦ, τριακόσιοι εἰκοσιτρεῖς.

18Υἱοὶ Ἰωρὰ, ἑκατὸν δεκαδύο.

19Υἱοὶ Ἀσοὺμ, διακόσιοι εἰκοσιτρεῖς.

20Υἱοὶ Γαβὲρ, ἐννενηκονταπέντε.

21Υἱοὶ Βεθλαὲμ, ἑκατὸν εἰκοσιτρεῖς.

22Υἱοὶ Νετωφὰ, πεντηκονταέξ.

23Υἱοὶ Ἀναθὼθ, ἑκατὸν εἰκοσιοκτώ.

24Υἱοὶ Ἀζμὼθ, τεσσαρακοντατρεῖς.

25Υἱοὶ Καριαθιαρὶμ, Χαφιρὰ, καὶ Βηρὼθ, ἑπτακόσιοι τεσσαρακοντατρεῖς.

26Υἱοὶ τῆς Ῥαμὰ καὶ Γαβαὰ, ἑξακόσιοι εἰκοσιεῖς.

27Ἄνδρες Μαχμὰς, ἑκατὸν εἰκοσιδύο.

28Ἄνδρες Βαιθὴλ καὶ Ἀϊὰ, τετρακόσιοι εἰκοσιτρεῖς.

29Υἱοὶ Ναβοῦ, πεντηκονταδύο.

30Υἱοὶ Μαγεβὶς, ἑκατὸν πεντηκονταέξ.

31Υἱοὶ Ἠλαμὰρ, χίλιοι διακόσιοι πεντηκοντατέσσαρες.

32Υἱοὶ Ἠλὰμ, τριακόσιοι εἴκοσι.

33Υἱοὶ Λοδαδὶ καὶ Ὠνὼ, ἑπτακόσιοι εἰκοσιπέντε.

34Υἱοὶ Ἱεριχὼ, τριακόσιοι τεσσαρακονταπέντε.

35Υἱοὶ Σεναὰ, τρισχίλιοι ἑξακόσιοι τριάκοντα.

36Καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῖ, ἐννακόσιοι ἑβδομηκοντατρεῖς. 37Υἱοὶ Ἐμμὴρ, χίλιοι πεντηκονταδύο. 38Υἱοὶ Φασσοὺρ, χίλιοι διακόσιοι τεσσαρακονταεπτά. 39Υἱοὶ Ἠρὲμ, χίλιοι ἑπτά.

40Καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουΐα, ἑβδομηκοντατέσσαρες.

41Οἱ ᾄδοντες υἱοὶ Ἀσὰφ, ἑκατὸν εἰκοσιοκτώ.

42Υἱοὶ τῶν πυλωρῶν, υἱοὶ Σελλοὺμ, υἱοὶ Ἀτὴρ, υἱοὶ Τελμὼν, υἱοὶ Ἀκοὺβ, υἱοὶ Ἀτιτὰ, υἱοὶ Σωβαῒ, οἱ πάντες ἑκατὸν τριακονταεννέα.

43Οἱ Ναθινὶμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφὰ, υἱοὶ Ταβαὼθ, 44υἱοὶ Κάδης, υἱοὶ Σιαὰ, υἱοὶ Φαδὼν, 45υἱοὶ Λαβανὼ, υἱοὶ Ἀγαβὰ, υἱοὶ Ἀκοὺβ, 46υἱοὶ Ἀγὰβ, υἱοὶ Σελαμὶ, υἱοὶ Ἀνὰν, 47υἱοὶ Γεδδὴλ, υἱοὶ Γαὰρ, υἱοὶ Ῥαϊὰ, 48υἱοὶ Ῥασὼν, υἱοὶ Νεκωδὰ, υἱοὶ Γαζὲμ, 49υἱοὶ Ἀζὼ, υἱοὶ Φασὴ, υἱοὶ Βασὶ, 50υἱοὶ Ἀσενὰ, υἱοὶ Μοουνὶμ, υἱοὶ Νεφουσὶμ, 51υἱοὶ Βακβοὺκ, υἱοὶ Ἀκουφὰ, υἱοὶ Ἀροὺρ, 52υἱοὶ Βασαλὼθ, υἱοὶ Μαουδὰ, υἱοὶ Ἀρσὰ, 53υἱοὶ Βαρκὸς, υἱοὶ Σισάρα, υἱοὶ Θεμὰ, 54υἱοὶ Νασθιὲ, υἱοὶ Ἀτουφά· 55Υἱοὶ δούλων Σαλωμὼν, υἱοὶ Σωταῒ, υἱοὶ Σεφηρὰ, υἱοὶ Φαδουρὰ, 56υἱοὶ Ἰεηλὰ, υἱοὶ Δαρκὼν, υἱοὶ Γεδὴλ, 57υἱοὶ Σαφατία, υἱοὶ Ἀτὶλ, υἱοὶ Φαχερὰθ, υἱοὶ Ἀσεβωεὶμ, υἱοὶ Ἡμεΐ. 58Πάντες οἱ Ναθανὶμ, καὶ υἱοὶ Ἀβδησελμὰ, τριακόσιοι ἐννενηκονταδύο.

59Καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελὲχ, Θελαρησὰ, Χεροὺβ, Ἡδὰν, Ἐμμὴρ· καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν, εἰ ἐξ Ἰσραήλ εἰσιν· 60Υἱοὶ Δαλαΐα, υἱοὶ Βουὰ, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδὰ, ἑξακόσιοι πεντηκονταδύο. 61Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ Ἀκκοὺς, υἱοὶ Βερζελλαῒ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαῒ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν. 62Οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσὶμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. 63Καὶ εἶπεν ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις.

64Πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα, 65χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι. 66Ἵπποι αὐτῶν, ἑπτακόσιοι τριακονταέξ· ἡμίονοι αὐτῶν, διακόσιοι τεσσαρακονταπέντε· 67Κάμηλοι αὐτῶν, τετρακόσιοι τριακονταπέντε· ὄνοι αὐτῶν, ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.

68Καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ, ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ, τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· 69ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρὸν μναὶ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνὰς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν.

70Καὶ ἐκάθισαν οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ ἀπὸ τοῦ λαοῦ, καὶ οἱ ᾄδοντες, καὶ οἱ πυλωροὶ, καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.

3Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν, καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ. 2Καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον Θεοῦ Ἰσραὴλ, τοῦ ἀνενέγκαι ἐπʼ αὐτὸ ὁλοκαυτώσεις, κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.

3Καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπʼ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν· καὶ ἀνέβη ἐπʼ αὐτὸ ὁλοκαύτωσις τῷ Κυρίῳ τοπρωῒ καὶ εἰς ἑσπέραν. 4Καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον, καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ· 5Καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ, καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τῷ Κυρίῳ τὰς ἡγιασμένας, καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ Κυρίῳ. 6Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ Κυρίῳ, καὶ ὁ οἶκος τοῦ Κυρίου οὐκ ἐθεμελιώθη. 7Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι, καὶ βρώματα καὶ ποτὰ, καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης, κατʼ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπʼ αὐτούς.

8Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ Κυρίου. 9Καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ἰούδα ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ Θεοῦ· υἱοὶ Ἠναδὰδ, υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται.

10Καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου· καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι, καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν Κύριον ἐπὶ χεῖρας Δαυὶδ βασιλέως Ἰσραήλ. 11Καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ἰσραήλ· καὶ πᾶς ὁ λαὸς ἐσήμαινε φωνῇ μεγάλῃ αἰνεῖν τῷ Κυρίῳ ἐπὶ τῇ θεμελιώσει τοῦ οἴκου Κυρίου. 12Καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἴκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ, καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ· καὶ ὁ ὄχλος ἐν σημασίᾳ μετʼ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν. 13Καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ, καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.

4Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰούδα καὶ Βενιαμὶν, ὅτι υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραὴλ, 2καὶ ἤγγισαν πρὸς Ζοροβάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπον αὐτοῖς, οἰκοδομήσομεν μεθʼ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ Θεῷ ἡμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ἀσαραδὰν βασιλέως Ἀσσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε.

3Καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραὴλ, οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, ὅτι ἡμεῖς ἐπὶ τοαυτὸ οἰκοδομήσομεν τῷ Κυρίω Θεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κύρος ὁ βασιλεὺς Περσῶν. 4Καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδα, καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν, 5καὶ μισθούμενοι ἐπʼ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν, καὶ ἕως βασιλείας Δαρείου βασιλείας Περσῶν.

6Καὶ ἐν βασιλείᾳ Ἀσσουήρου, καὶ ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ἰούδα καὶ Ἱερουσαλήμ. 7Καὶ ἐν ἡμέραις Ἀρθασασθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς Ἀρθασασθὰ βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην. 8Ῥεοὺμ βαλτὰμ καὶ Σαμψὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἱερουσαλὴμ τῷ Ἀρθασασθὰ βασιλεῖ. 9Τάδε ἔκρινε Ῥεοὺμ βαλτὰμ καὶ Σαμψὰ ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Ἀφαρσαθαχαῖοι, Ταρφαλαῖοι, Ἀφαρσαῖοι, Ἀρχυαῖοι, Βαβυλώνιοι, Σουσαναχαῖοι, Δαυαῖοι, 10καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ἀσσεναφὰρ ὁ μέγας καὶ ὁ τίμιος, καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσι τῆς Σομόρων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ. 11Αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς, ἧς ἀπέστειλαν πρὸς αὐτόν· πρὸς Ἀρθασασθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ.

12Γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες ἀπὸ σοῦ πρὸς ἡμᾶς ἤλθοσαν εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν, ἣν οἰκοδομοῦσι· καὶ τὰ τείχη αὐτῆς κατηρτισμένα εἰσὶ, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν. 13Νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ, καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσι, φόροι οὐκ ἔσονταί σοι, οὐδὲ δώσουσι· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ, 14καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ, 15ἵνα ἐπισκέψηται ἐν βίβλῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις, καὶ γνώσῃ, ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδείαι δούλων γίνονται ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος, διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη. 16Γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ, ὅτι ἂν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ, καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστι σοι εἰρήνη.

17Καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ῥεοὺμ βαλτὰμ καὶ Σαμψὰ γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ, εἰρήνην· καὶ φησὶν, 18ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς, ἐκλήθη ἔμπροσθεν ἐμοῦ· 19Καὶ παρʼ ἐμοῦ ἐτέθη γνώμη, καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν, ὅτι ἡ πόλις ἐκείνη ἀφʼ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται, καὶ ἀποστάσεις καὶ φυγαδείαι γίνονται ἐν αὐτῇ· 20Καὶ βασιλεῖς ἰσχυροὶ ἐγένοντο ἐν Ἱερουσαλὴμ, καὶ ἐπικρατοῦντες ὅλης τῆς πέραν τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδονται αὐτοῖς. 21Καὶ νῦν θέτε γνώμην, καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι· Ὅπως ἀπὸ τῆς γνώμης 22πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσι.

23Τότε ὁ φορολόγος τοῦ Ἀρθασασθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥεοὺμ βαλτὰμ καὶ Σαμψὰ γραμματέως καὶ συνδούλων αὐτοῦ· καὶ ἐπορεύθησαν σπουδῇ εἶς Ἱερουσαλὴμ καὶ ἐν Ἰούδα, καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει. 24Τότε ἤργησε τὸ ἔργον οἴκου τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλήμ· καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου βασιλέως Περσῶν.

5Καὶ προεφήτευσεν Ἀγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν ὀνόματι Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς. 2Τότε ἀνέστησαν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ, καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ· καὶ μετʼ αὐτῶν οἱ προφῆται τοῦ Θεοῦ βοηθοῦντες αὐτοῖς.

3Ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπʼ αὐτοὺς Θανθαναῒ ἔπαρχος πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ τοιάδε εἶπαν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; 4Τότε ταῦτα εἴποσαν αὐτοῖς, τίνα ἐστὶ τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην; 5Καὶ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ἰούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου 6διασάφησις ἐπιστολῆς, ἧς ἀπέστειλε Θανθαναῒ, ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ, Δαρείῳ τῷ βασιλεῖ· 7Ῥήμασιν ἀπέστειλαν πρὸς αὐτόν· καὶ τάδε γέγραπται ἐν αὐτῷ·

8Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα. Γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι ἐπορεύθημεν εἰς τὴν Ἰουδαίαν χώραν εἰς οἶκον τοῦ Θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται, καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν. 9Τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; 10Καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι, ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν. 11Καὶ τοιοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἡμεῖς ἐσμὲν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλὰ, καὶ βασιλεὺς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν, καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς. 12Ἀφότε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν Θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου, καὶ τὸν οἴκον τοῦτον κατέλυσε, καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα. 13Αλλʼ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως, Κύρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ Θεοῦ τοῦτον οἰκοδομηθῆναι· 14Καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ Θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπήνεγκεν αὐτὰ εἰς τὸν ναὸν του βασιλέως, ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς ἀπὸ τοῦ ναοῦ τοῦ βασιλέως, καὶ ἔδωκε τῷ Σαβανασὰρ τῷ θησαυροφύλακι, τῷ ἐπὶ τοῦ θησαυροῦ, 15καὶ εἶπεν αὐτῷ, πάντα τὰ σκεύη λάβε καὶ πορεύου, θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ἱερουσαλὴμ εἰς τὸν τόπον αὐτῶν. 16Τότε Σαβανασὰρ ἐκεῖνος ἦλθε καὶ ἔδωκε θεμελίους τοῦ οἴκου τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη, καὶ οὐκ ἐτελέσθη. 17Καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν ἐπισκεπήτω ἐν τῷ οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου, πεμψάτω πρὸς ἡμᾶς.

6Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκε γνώμην, καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι. 2Καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα.

3Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως, Κύρος ὁ βασιλεὺς ἔθηκε γνώμην περὶ οἴκου ἱεροῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ· οἶκος οἰκοδομηθήτω, καὶ τόπος οὗ θυσιάζουσι τὰ θυσιάσματα· καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα· 4Καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς, καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται. 5Καὶ τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοθήτω καὶ ἀπελθέτω εἰς τὸν ναὸν τὸν ἐν Ἱερουσαλὴμ ἐπὶ τόπου οὗ ἐτέθη ἐν οἴκῳ τοῦ Θεοῦ.

6Νῦν δώσετε ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ μακρὰν ὄντες ἐκεῖθεν, 7νῦν ἄφετε τὸ ἔργον οἴκου τοῦ Θεοῦ· οἱ ἀφηγούμενοι τῶν Ἰουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ Θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ. 8Καὶ ἀπʼ ἐμοῦ γνώμη ἐτέθη, μή ποτε τὶ ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομηθῆναι οἶκον τοῦ Θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι. 9Καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν, καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ Θεῷ τοῦ οὐρανοῦ, πυροὺς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα ἱερέων τῶν ἐν Ἱερουσαλὴμ ἔστω διδόμενον αὐτοῖς, ἡμέραν ἐν ἡμέρᾳ, ὃ ἐὰν αἰτήσωσιν, 10ἵνα ὦσιν εὐωδίας προσφέροντες τῷ Θεῷ τοῦ οὐρανοῦ, καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ. 11Καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη, ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὠρθωμένος πληγήσεται ἐπʼ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατʼ ἐμὲ ποιηθήσεται. 12Καὶ ὁ Θεὸς οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψαι πάντα βασιλέα καὶ λαὸν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ· ἐγὼ Δαρεῖος ἔθηκα γνώμην, ἐπιμελῶς ἔσται.

13Τότε Θανθαναῒ ὁ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλε Δαρεῖος βασιλεὺς, οὕτως ἐποίησαν ἐπιμελῶς. 14Καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Ἀγγαίου τοῦ προφήτου, καὶ Ζαχαρίου υἱοῦ Ἀδδώ· καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης Θεοῦ Ἰσραὴλ, καὶ ἀπὸ γνώμης Κύρου, καὶ Δαρείου, καὶ Ἀρθασασθὰ βασιλέων Περσῶν.

15Καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδὰρ, ὅ ἐστιν ἔτος ἕκτον τῆς βασιλείας Δαρείου τοῦ βασιλέως.

16Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ ἐν εὐφροσύνῃ. 17Καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ μόσχους ἑκατὸν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάῤῥους αἰγῶν ὑπὲρ ἁμαρτίας ὑπὲρ παντὸς Ἰσραὴλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ. 18Καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν, καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν, ἐπὶ δουλείας Θεοῦ ἐν Ἱερουσαλὴμ, κατὰ τὴν γραφὴν βίβλου Μωυσῆ.

19Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. 20Ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ Λευῖται, ἕως εἷς πάντες καθαροί· καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς. 21Καὶ ἔφαγον υἱοὶ Ἰσραὴλ τὸ πάσχα, οἱ ἀπὸ τῆς ἀποικεσίας, καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοῦς, τοῦ ἐκζητῆσαι Κύριον Θεὸν Ἰσραήλ. 22Καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος, καὶ ἐπέστρεψε καρδίαν βασιλέως Ἀσσοὺρ ἐπʼ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ Θεοῦ Ἰσραήλ.

7Καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Ἀρθασασθὰ βασιλέως Περσῶν, ἀνέβη Ἔσδρας υἱὸς Σαραίου, υἱοῦ Ἀζαρίου, υἱοῦ Χελκία, 2υἱοῦ Σελοὺμ, υἱοῦ Σαδδοὺκ, υἱοῦ Ἀχιτὼβ, 3υἱοῦ Σαμαρία, υἱοῦ Ἐσριὰ, υἱοῦ Μαρεὼθ, 4υἱοῦ Ζαραΐα, υἱοῦ Ὀζίου, υἱοῦ Βοκκὶ, 5υἱοῦ Ἀβισουὲ, υἱοῦ Φινεὲς, υἱοῦ Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου· 6Αὐτὸς Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ, ὃν ἔδωκε Κύριος ὁ Θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς, ὅτι χεὶρ Κυρίου Θεοῦ αὐτοῦ ἐπʼ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός. 7Καὶ ἀνέβησαν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τῶν ἱερέων, καὶ ἀπὸ τῶν Λευιτῶν. καὶ οἱ ᾄδοντες, καὶ οἱ πυλωροὶ, καὶ οἱ Ναθινὶμ, εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ. 8Καὶ ἤλθοσαν εἰς Ἱερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ· 9Ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσε τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος· ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἱερουσαλὴμ, ὅτι χεὶρ Θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπʼ αὐτόν. 10ὅτι Ἔσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον, καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίματα.

11Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος, οὗ ἔδωκεν Ἀρθασασθὰ τῷ Ἔσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ.

12Ἀρθασασθὰ βασιλεὺς βασιλέων Ἔσδρᾳ γραμματεῖ νόμου Κυρίου τοῦ Θεοῦ τοῦ οὐρανοῦ· τετελέσθω λόγος καὶ ἡ ἀπόκρισις. 13Ἀπʼ ἐμοῦ ἐτέθη γνώμη, ὅτι πᾶς ὁ ἑχουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ἱερουσαλὴμ, μετὰ σοῦ πορευθῆναι. 14Ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἱερουσαλὴμ νόμῳ Θεοῦ αὐτῶν τῷ ἐν χειρί σου· 15Καὶ εἰς οἶκον Κυρίου, ἀργύριον καὶ χρυσίον, ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἑκουσιάσθησαν τῷ Θεῷ τοῦ Ἰσραὴλ τῷ ἐν Ἱερουσαλὴμ κατασκηνοῦντι. 16Καὶ πᾶν ἀργύριον καὶ χρυσίον, ὅ, τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ, καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον Θεοῦ τὸν ἐν Ἱερουσαλήμ. 17Καὶ πάντα προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριοὺς, ἀμνοὺς, καὶ θυσίας αὐτῶν, καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τοῦ θυσιαστηρίου τοῦ οἴκου τοῦ Θεοῦ ὑμῶν τοῦ ἐν Ἱερουσαλήμ. 18Καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι, ὡς ἀρεστὸν τῷ Θεῷ ὑμῶν ποιήσατε. 19Καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου Θεοῦ, παράδος ἐνώπιον τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ. 20Καὶ κατάλοιπον χρείας οἴκου Θεοῦ σου, ὃ ἂν φανῇ σοι δοῦναι, δώσεις ἀπὸ οἴκων γάζης βασιλέως καὶ ἀπʼ ἐμοῦ.

21Ἐγὼ Ἀρθασασθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ Θεοῦ τοῦ οὐρανοῦ, ἑτοίμως γινέσθω· 22ἕως ἀργυρίου ταλάντων ἑκατὸν, καὶ ἕως πυροῦ κόρων ἑκατὸν, καὶ ἕως οἶνου βατῶν ἑκατὸν, καὶ ἕως ἐλαίου βατῶν ἑκατὸν, καὶ ἅλας οὗ οὐκ ἔστι γραφή. 23Πᾶν ὅ ἐστιν ἐν γνώμῃ Θεοῦ τοῦ οὐρανοῦ, γινέσθω· προσέχετε μήτις ἐπιχειρήσῃ εἰς τὸν οἶκον Θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. 24Καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, ᾄδουσι, πυλωροῖς, Ναθινὶμ, καὶ λειτουργοῖς οἴκου Θεοῦ τοῦτο, φόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς. 25Καὶ σὺ Ἔσδρα, ὡς ἡ σοφία τοῦ Θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτὰς, ἵνα ὦσι κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσι τοῖς εἰδόσι νόμον τοῦ Θεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.

26Καὶ πὰς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ Θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐάν τε εἰς θάνατον, ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς ζημίαν τοῦ βίου. ἐάν τε εἰς παράδοσιν.

27Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως οὕτως, τοῦ δοξάσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ, 28καὶ ἐπʼ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ, καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως, τῶν ἐπῃρμένων· καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ Θεοῦ ἡ ἀγαθὴ ἐπʼ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετʼ ἐμοῦ.

8Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετʼ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος. 2Ἀπὸ υἱῶν Φινεὲς, Γηρσών· ἀπὸ υἱῶν Ἰθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυὶδ, Ἀττούς. 3Ἀπὸ υἱῶν Σαχανία, καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας, καὶ μετ αὐτοῦ τὸ συστρεμμα ἑκατὸν καὶ πεντήκοντα. 4Ἀπὸ υἱῶν Φαὰθ Μωὰβ, Ἐλιανὰ υἱὸς Σαραΐα, καὶ μετʼ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά. 5Καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς Ἀζιὴλ, καὶ μετʼ αὐτοῦ τριακόσια τὰ ἀρσενικά. 6Καὶ ἀπὸ τῶν υἱῶν Ἀδὶν, Ὠβὴθ υἱὸς Ἰωνάθαν, καὶ μετʼ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά. 7Καὶ ἀπὸ υἱῶν Ἠλὰμ, Ἰσαΐας υἱὸς Ἀθελία, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά. 8Καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ, καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά. 9Καὶ ἀπὸ υἱῶν Ἰωὰβ, Ἀβαδία υἱὸς Ἰεϊὴλ, καὶ μετʼ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά. 10Καὶ ἀπὸ τῶν υἱῶν Βαανὶ, Σελιμοὺθ υἱὸς Ἰωσεφία, καὶ μετʼ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά. 11Καὶ ἀπὸ υἱῶν Βαβὶ, Ζαχαρίας υἱὸς Βαβὶ, καὶ μετʼ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά. 12Καὶ ἀπὸ υἱῶν Ἀσγὰδ, Ἰωανὰν υἱὸς Ἀκκατὰν, καὶ μετʼ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά. 13Καὶ ἀπὸ υἱῶν Ἀδωνικὰμ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν, Ἐλιφαλὰτ, Ἰεὴλ, καὶ Σαμαΐα, καὶ μετʼ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά. 14Καὶ ἀπὸ υἱῶν Βαγουαῒ, Οὐθαῒ καὶ Ζαβοὺδ, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά.

15Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐὶ, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς· καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ. 16Καὶ ἀπέστειλα τῷ Ἐλεάζαρ, τῷ Ἀριὴλ, τῷ Σεμεΐᾳ, καὶ τῷ Ἀλωνὰμ, καὶ τῷ Ἰαρὶβ, καὶ τῷ Ἐλνάθαμ, καὶ τῷ Νάθαν, καὶ τῷ Ζαχαρίᾳ, καὶ τῷ Μεσολλὰμ, καὶ τῷ Ἰωαρὶμ, καὶ τῷ Ἐλνάθαν, συνιέντας. 17Καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθινεὶμ ἐν ἀργυρίῳ τοῦ τόπου, τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν. 18Καὶ ἤλθοσαν ἡμῖν ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφʼ ἡμᾶς, ἀνὴρ σαχὼν ἀπὸ υἱῶν Μοολὶ, υἱοῦ Λευὶ, υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ· 19Καὶ τὸν Ἀσεβία, καὶ τὸν Ἰσαΐα ἀπὸ τῶν υἱῶν Μεραρὶ, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι. 20Καὶ ἀπὸ τῶν Ναθινὶμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, Ναθινὶμ διακόσιοι εἴκοσι, πάντες συνήχθησαν ἐν ὀνόμασι.

21Καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Ἀουὲ, τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρʼ αὐτοῦ ὁδὸν εὐθείαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν· 22Ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ, λέγοντες, χεὶρ τοῦ Θεου ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν· καὶ κράτος αὐτοῦ, καὶ θυμὸς αὐτοῦ, ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν. 23Καὶ ἐνηστεύσαμεν, καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.

24Καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ Ἀσαβία, καὶ μετʼ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα. 25Καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ, καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι. 26Καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατὸν, καὶ τάλαντα χρυσίου ἑκατὸν, 27καὶ χαφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ. 28Καὶ εἶπα πρὸς αὐτοὺς, ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν. 29Ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου. 30Καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν, ἐνεγκεῖν εἰς Ἱερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν.

31Καὶ ἐξῄραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἀουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἱερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφʼ ἡμῖν, καὶ ἐῤῥύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ. 32Καὶ ἤλθομεν εἰς Ἱερουσαλὴμ, καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς. 33Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως, καὶ μετʼ αὐτοῦ Ἐλεάζαρ υἱὸς Φινεὲς, καὶ μετʼ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ, καὶ Νωαδία υἱὸς Βαναΐα οἱ Λευῖται. 34Ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός.

35Ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας, προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ Ἰσραὴλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραὴλ, κριοὺς ἐννενηκανταὲξ, ἀμνοὺς ἑβδομηκονταεπτὰ, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ· 36Καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ.

9Καὶ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρὸς μὲ οἱ ἄρχοντες, λέγοντες, οὐκ ἐχωρίσθη ὁ λαὸς Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν, τῷ Χανανὶ ὁ Ἐθὶ, ὁ Φερεζὶ, ὁ Ἰεβουσὶ, ὁ Ἀμμωνὶ, ὁ Μωαβὶ, καὶ ὁ Μοσερὶ, καὶ ὁ Ἀμοῤῥὶ, 2ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν· καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν, καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ. 3Καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον, διέῤῥηξα τὰ ἱμάτιά μου, καὶ ἐπαλλόμην, καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου, καὶ ἐκαθήμην ἠρεμάζων. 4Καὶ συνήχθησαν πρὸς μὲ πᾶς ὁ διώκων λόγον Θεοῦ Ἰσραὴλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας· κᾀγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς.

5Καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου· καὶ ἐν τῷ διαῤῥήξαί με τὰ ἱμάτιά μου, καὶ ἐπαλλόμην, καὶ κλίνω ἐπὶ τὰ γόνατά μου, καὶ ἐκπετάζω τὰς χεῖράς μου πρὸς Κύριον τὸν Θεὸν, 6καὶ εἶπα, Κύριε, ἠσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι, Θεέ μου, τὸ πρόσωπόν μου πρὸς σὲ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς τὸν οὐρανόν. 7Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καιὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη. 8Καὶ νῦν ἐπιεικεύσατο ἡμῖν ὁ Θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμῖν εἰς σωτηρίαν, καὶ δοῦναι ἡμῖν στήριγμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ, τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν, καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν. 9Ὅτι δοῦλοι ἐσμὲν, καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐγκατέλιπεν ἡμᾶς Κύριος ὁ Θεὸς ἡμῶν· καὶ ἔκλινεν ἐφʼ ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων Περσῶν, δοῦναι ἡμῖν ζωοποίησιν τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς, καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν Ἰούδα καὶ Ἱερουσαλήμ. 10Τί εἴπωμεν ὁ Θεὸς ἡμῶν μετὰ τοῦτο; ὅτι ἐγκατελίπομεν ἐντολάς σου, 11ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν, λέγων, ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτὴν, γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν ἐν μακρύμμασιν αὐτῶν, ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν.

12Καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δότε τοῖς υἱοῖς αὐτῶν, καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν, καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε, καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος. 13Καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφʼ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ, ὅτι οὐκ ἔστιν ὡς ὁ Θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας, καὶ ἔδωκας ἡμῖν σωτηρίαν· 14Ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου, καὶ ἐπιγαμβρεῦσαι τοῖς λαοῖς τῶν γαιῶν· μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας, τοῦ μὴ εἶναι ἐγκατάλειμμα καὶ διασωζόμενον. 15Κύριε ὁ Θεὸς Ἰσραὴλ, δίκαιος σὺ, ὅτι κατελείφθημεν διασωζόμενοι, ὡς ἡ ἡμέρα αὕτη· ἰδοὺ ἡμεις ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν, ὅτι οὐκ ἔστι στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ.

10Καὶ ὡς προσηύξατο Ἔσδρας, καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς, καὶ ὕψωσε κλαίων. 2Καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλὰμ, καὶ εἶπε τῷ Ἔσδρᾳ, ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν, καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ. 3Καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας, καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλῃ· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος, γενηθήτω. 4Ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.

5Καὶ ἀνέστη Ἔσδρας, καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς, καὶ Λευείτας, καὶ πάντα Ἰσραὴλ, τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ὤμοσαν. 6Καὶ ἀνέστη Ἔσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλισοὺβ, και ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας. 7Καὶ παρήνεγκαν φωνὴν ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας, τοῦ συναθροισθῆναι εἰς Ἱερουσαλήμ. 8Πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.

9Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμὶν εἰς Ἱερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας· οὗτος ὁ μὴν ὁ ἔννατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος, καὶ ἀπὸ τοῦ χειμῶνος. 10Καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἠσυνθετήκατε, καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ. 11Καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρῶν ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.

12Καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία, καὶ εἶπαν, μέγα τοῦτο τὸ ῥῆμά σου ἐφʼ ἡμᾶς ποιῆσαι. 13Ἀλλὰ ὁ λαὸς πολὺς, καὶ ὁ καιρὸς χειμερινὸς, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥῆματι τούτῳ· 14Στήτωσαν δὴ ἄρχοντες ἡμῶν, καὶ πᾶσι τοῖς ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν, καὶ μετʼ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως, καὶ κριταὶ, τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν, περὶ τοῦ ῥήματος τούτου. 15Πλὴν Ἰωνάθαν υἱὸς Ἀσὴλ, καὶ Ἰαζίας υἱὸς Θεκωὲ μετʼ ἐμοῦ περὶ τούτου· καὶ Μεσουλλὰμ, καὶ Σαββαθαῒ ὁ Λευίτης βοηθῶν αὐτοῖς.

16Καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας· Καὶ διεστάλησαν Ἔσρας ὁ ἱερεὺς, καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ, καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα. 17Καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.

18Καὶ εὑρέθη ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ, καὶ ἀδελφοὶ αὐτοῦ Μαασία, καὶ Ἐλιέζερ, καὶ Ἰαρὶβ, καὶ Γαδαλία. 19Καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν, καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν. 20Καὶ ἀπὸ υἱῶν Ἐμμὴρ, Ἀνανὶ, καὶ Ζαβδία. 21Καὶ ἀπὸ υἱῶν Ἠρὰμ, Μασαὴλ, καὶ Ἐλία, καὶ Σαμαΐα, καὶ Ἰεὴλ, καὶ Ὀζία. 22Καὶ ἀπὸ υἱῶν Φασοὺρ, Ἐλιωναῒ, Μαασία, καὶ Ἰσμαὴλ, καὶ Ναθαναὴλ, καὶ Ἰωζαβὰδ, καὶ Ἠλασά. 23Καὶ ἀπὸ τῶν Λευιτῶν, Ἰωζαβὰδ, καὶ Σαμοὺ, καὶ Κωλία, αὐτὸς Κωλίτας, καὶ Φεθεΐα, καὶ Ἰούδας, καὶ Ἐλιέζερ. 24Καὶ ἀπὸ τῶν ᾀδόντων, Ἐλισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν, καὶ Τελμὴν, καὶ Ὠδούθ. 25Καὶ ἀπὸ Ἰσραὴλ, ἀπὸ υἱῶν Φόρος, Ῥαμία, καὶ Ἀζία, καὶ Μελχία, καὶ Μεαμὶν, καὶ Ἐλεάζαρ, καὶ Ἀσαβία, καὶ Βαναία. 26Καὶ ἀπὸ υἱῶν Ἡλὰμ, Ματθανία, καὶ Ζαχαρία, καὶ Ἰαϊὴλ, καὶ Ἀβδία, καὶ Ἰαριμὼθ, καὶ Ἠλία. 27Καὶ ἀπὸ υἱῶν Ζαθούα, Ἐλιωναῒ, Ἐλισοὺβ, Ματθαναῒ, καὶ Ἀρμὼθ, καὶ Ζαβὰδ, καὶ Ὀζιζά. 28Καὶ ἀπὸ υἱῶν Βαβεῒ, Ἰωανὰν, Ἀνανία, καὶ Ζαβοὺ, καὶ Θαλί. 29Καὶ ἀπὸ υἱῶν Βανουῒ, Μοσολλὰμ, Μαλοὺχ, Ἀδαΐας, Ἰασοὺβ, καὶ Σαλουΐα, καὶ Ῥημώθ. 30Καὶ ἀπὸ υἱῶν Φαὰθ Μωὰβ, Ἐδνὲ, καὶ Χαλὴλ, καὶ Βαναία, Μαασία, Ματθανία, Βεσελεὴλ, καὶ Βανουῒ, καὶ Μανασσῆ· 31Καὶ ἀπὸ υἱῶν Ἠρὰμ, Ἐλιέζερ, Ἰεσία, Μελχία, Σαμαΐας, Σεμεὼν, 32Βενιαμὶν, Βαλοὺχ, Σαμαρία. 33Καὶ ἀπὸ υἱῶν Ἀσὴμ, Μετθανία, Ματθαθὰ, Ζαδὰβ, Ἐλιφαλὲτ, Ἱεραμὶ, Μανασσῆ, Σεμεΐ. 34Καὶ ἀπὸ υἱῶν Βανὶ, Μοοδία, Ἀμρὰμ, Οὐὴλ, 35Βαναία, Βαδαία, Χελκία, 36Οὐουανία, Μαριμὼθ, Ἐλιασὶφ, 37Ματθανία, Ματθαναΐ· καὶ ἐποίησαν 38οἱ υἱοἱ Βανουὶ, καὶ οἱ υἱοὶ Σεμεῒ, 39καὶ Σελεμία, καὶ Νάθαν, καὶ Ἀδαΐα, 40Μαχαδναβοὺ, Σεσεῒ, Σαριοὺ, 41Ἐζριὴλ, καὶ Σελεμία, καὶ Σαμαρία, 42καὶ Σελλοὺμ, Ἀμαρεία, Ἰωσήφ. 43Ἀπὸ υἱῶν Ναβοὺ, Ἰαὴλ, Ματθανίας, Ζαβὰδ, Ζεβεννὰς, Ἰαδαὶ, καὶ Ἰωὴλ, καὶ Βαναία.

44Πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας, καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.

11ΛΟΓΟΙ Νεεμία υἱοῦ Χελκία. Καὶ ἐγένετο ἐν μηνὶ Χασελεῦ ἔτους εἰκοστοῦ, καὶ ἐγὼ ἤμηνν ἐν Σουσὰν ἀβιρά· 2καὶ ἦλθεν Ἀνανὶ εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ἰούδα· καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείθησαν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ περὶ Ἱερουσαλήμ. 3Καὶ εἴποσαν πρὸς μέ, Οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ, ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἱερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.

4Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους, ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας, καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ. 5Καὶ εἶπα, μὴ δὴ Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρὸς, ὁ μέγας καὶ φοβερὸς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ· 6Ἔστω δὴ τὸ οὖς σου προσέχον, καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι, τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου· καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραὴλ αἷς ἡμάρτομέν σοι· καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν. 7Διαλύσει διελύσαμεν πρὸς σὲ, καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου. 8Μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου, λέγων, ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς· 9καὶ ἐὰν ἐπιστρέψητε πρὸς μὲ, καὶ φυλάξητε τὰς ἐντολάς μου, καὶ ποιήσητε αὐτὰς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπʼ ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς, καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ. 10Καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ.

11Μὴ δὴ Κύριε, ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου, καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον, καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου· καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.

12Καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρθασασθὰ βασιλεῖ, καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ· καὶ ἔλαβον τὸν οἶνον, καὶ ἔδωκα τῷ βασιλεῖ· καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ.

2Καὶ εἶπέ μοι ὁ βασιλεὺς, διὰ τί τὸ πρόσωπόν σου πονηρὸν, καὶ οὐκ εἶ μετριάζων; καὶ οὐκ ἔστι τοῦτο, εἰ μὴ πονηρία καρδίας· καὶ ἐφοβήθην πολὺ σφόδρα, 3καὶ εἶπα τῷ βασιλεῖ, ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη, καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί; 4Καὶ εἶπέ μοι ὁ βασιλεύς, περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν Θεὸν τοῦ οὐρανοῦ, 5καὶ εἶπα τῷ βασιλεῖ, εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σοῦ, ὥστε πέμψαι αὐτὸν ἐν Ἰούδα εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.

6Καὶ εἶπέ μοι ὁ βασιλεὺς, καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ, ἕως πότε ἔσται ἡ πορεία σου, καὶ πότε ἐπιστρέψεις; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με, καὶ ἔδωκα αὐτῷ ὅρον. 7Καὶ εἶπα τῷ βασιλεῖ, εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν, δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ, ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ Ἰούδαν, 8καὶ ἐπιστολὴν ἐπὶ Ἀσὰφ φύλακα τοῦ παραδείσου ὅς ἐστι τῷ βασιλεῖ, ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας, καὶ εἰς τὸ τεῖχος τῆς πόλεως, καὶ εἰς οἶκον ὃν εἰσελεύσομαι εἰς αὐτόν· καὶ ἔδωκέ μοι ὁ βασιλεὺς ὡς χεὶρ Θεοῦ ἡ ἀγαθή.

9Καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ, καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως· καὶ ἀπέστειλε μετʼ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς. 10Καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ, καὶ Τωβία ὁ δοῦλος Ἀμμωνὶ, καὶ πονηρὸν αὐτοῖς ἐγένετο, ὅτι ἥκει ὁ ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ἰσραήλ.

11Καὶ ἦλθον εἰς Ἱερουσαλὴμ, καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς. 12Καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετʼ ἐμοῦ, καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ Θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ἰσραὴλ, καὶ κτῆνος οὐκ ἔστι μετʼ ἐμοῦ, εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπʼ αὐτῷ. 13Καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλὰ, καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν, καὶ εἰς πύλην τῆς κοπρίας· καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἱερουσαλὴμ ὃ αὐτοὶ καθαιροῦσι, καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί. 14Καὶ παρῆλθον ἐπὶ πύλην τοῦ αῒν, καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου. 15Καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάῤῥου νυκτός, καὶ ἤμην συντρίβων ἐν τῷ τείχει, καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος, καὶ ἐπέστρεψα.

16Καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην, καὶ τί ἐγὼ ποιῶ· καὶ τοῖς Ἰουδαίοις, καὶ τοῖς ἱερεῦσι, καὶ τοῖς ἐντίμοις, καὶ τοῖς στρατηγοῖς, καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσι τὰ ἔργα, ἕως τότε οὐκ ἀπήγγειλα. 17Καὶ εἶπα πρὸς αὐτοὺς, ὑμεῖς βλέπετε τὴν πονηρίαν ταύτην, ἐν ᾗ ἐσμὲν ἐν αὐτῇ, πῶς Ἱερουσαλὴμ ἔρημος, καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε, καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος. 18Καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ Θεοῦ ᾗ ἐστιν ἀγαθὴ ἐπʼ ἐμὲ, καὶ πρὸς τοὺς λόγους τοῦ βασιλέως οὓς εἶπέ μοι· καὶ εἶπα, ἀναστῶμεν, καὶ οἰκοδομήσωμεν· καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς τὸ ἀγαθόν.

19Καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ, καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνὶ, καὶ Γησὰμ ὁ Ἀραβί, καὶ ἐξεγέλασαν ἡμᾶς, καὶ ἦλθον ἐφʼ ἡμᾶς, καὶ εἶπον, τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε; ἢ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε; 20Καὶ ἐπέστρεψα αὐτοῖς λόγον, καὶ εἶπα αὐτοῖς, ὁ Θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροὶ, καὶ οἰκοδομήσομεν· καὶ ὑμῖν οὐκ ἔστι μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἱερουσαλήμ.

13Καὶ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας, καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀναμεήλ. 2Καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἱεριχὼ, καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχοὺρ, υἱοῦ Ἀμαρί.

3Καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ἀσανά· αὐτοὶ ἐστέγασαν αὐτὴν, καὶ ἐστέγασαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 4Καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἐπὶ Ῥαμὼθ υἱοῦ Οὐρία, υἱοῦ Ἀκκώς· καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου, υἱοῦ Μαζεβήλ· καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά. 5Καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωῒμ, καὶ ἀδωρὶμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

6Καὶ τὴν πύλην ἰασαναῒ ἐκράτησαν Ἰωϊδὰ υἱὸς Φασὲκ, καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 6aΚαὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης, καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἓως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ. 8Καὶ παρʼ αὐτὸν παρησφαλίσατο Ὀζιὴλ υἱὸς Ἀραχίου πυρωτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἀνανίας υἱὸς τοῦ ῥωκεῒμ, καὶ κατέλιπον Ἱερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος. 9Καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ῥαφαΐα υἱὸς Σοὺρ, ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ. 10Καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαΐα υἱὸς Ἑρωμὰφ, καὶ κατέναντι οἰκίας αὐτοῦ· καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀττοὺθ υἱὸς Ἀσαβανία. 11Καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς Ἡρὰμ, καὶ Ἀσοὺβ υἱὸς Φαὰτ Μωὰβ, καὶ ἕως πύργου τῶν θανουρίμ. 12Καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς Ἀλλωῆς, ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλὴμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.

13Τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἀνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.

14Καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ῥηχὰβ, ἄρχων περιχώρου Βηθακχαρὶμ, αὐτὸς καὶ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

15Τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ, ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐζῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν, καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς· καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως, καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ. 16Ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς Ἀζαβοὺχ, ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ, ἕως κήπου τάφου Δαυὶδ, καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας, καὶ ἕως βηθαγγαρίμ. 17Ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ῥαοὺμ υἱὸς Βανί· ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀσαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ. 18Καὶ μετʼ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεῒ υἱὸς Ἠναδὰδ, ἄρχων ἡμίσους περιχώρου Κεϊλά. 19Καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἀζοὺρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφαὶ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας. 20Μετʼ αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ, μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου. 21Μετʼ αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ Ἀκκὼς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ. 22Καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Ἐκχεχάρ. 23Καὶ μετʼ αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν· καὶ μετʼ αὐτὸν ἐκράτησεν Ἀζαρίας υἱὸς Μαασίου, υἱοῦ Ἀνανία ἐχόμενα οἴκου αὐτοῦ. 24Μετʼ αὐτὸν ἐκράτησε Βανὶ υἱὸς Ἀδὰδ, μέτρον δεύτερον ἀπὸ 25Βηθαζαρία ἕως τῆς γωνίας, καὶ ἕως τῆς καμπῆς Φαλὰχ υἱοῦ Εὐζαῒ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς· καὶ μετʼ αὐτὸν Φαδαΐα υἱὸς Φόρος. 26Καὶ οἱ Ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ Ὠφὰλ, ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολὰς, καὶ ὁ πύργος ὁ ἐξέχων.

27Καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ Θεκωῒμ, μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος, καὶ ἕως τοῦ τείχους τοῦ Ὀφλά.

28Ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. 29Καὶ μετʼ αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ· καὶ μετʼ αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς. 30Μετʼ αὐτὸν ἐκράτησεν Ἀνανία υἱὸς Σελεμία, καὶ Ἀνὼμ υἱὸς Σελὲφ ὁ ἕκτος, μέτρον δεύτερον· μετʼ αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ. 31Μετʼ αὐτὸν ἐκράτησε Μελχία υἱὸς τοῦ Σαρεφὶ ἕως Βηθὰν Ναθινὶμ, καὶ οἱ ῥωποπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς. 32Καὶ ἀναμέσον τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥωποπῶλαι.

33Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ, ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις. 34Καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ, αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους, μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας; 35Καὶ Τωβίας ὁ Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε, καὶ εἶπε πρὸς αὐτοὺς, μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λιθων αὐτῶν;

36Ἄκουσον ὁ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμὸν, καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας, 37καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.

14Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανίται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. 2Καὶ συνήχθησαν πάντες ἐπιτοαυτὸ, ἐλθεῖν παρατάξασθαι ἐν Ἱερουσαλὴμ καὶ ποιῆσαι αὐτὴν ἀφανῆ. 3Καὶ προσηυξάμεθα πρὸς τὸν Θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν. 4Καὶ εἶπεν Ἰούδας, συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὁ χοῦς πολὺς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. 5Καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς, οὐ γνώσονται καὶ οὐκ ὄψονται, ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν, καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.

6Καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν, καὶ εἴποσαν ἡμῖν, ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφʼ ἡμᾶς. 7Καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς, καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν, καὶ τόξα αὐτῶν. 8Καὶ εἶδον καὶ ἀνέστην, καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ, μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν, μνήσθητε τοῦ Θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ, καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν, θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν, καὶ οἴκων ὑμῶν.

9Καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν, καὶ διεσκέδασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν· καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ. 10Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα τῶν οἰκοδομούντων ἐν τῷ τείχει, 11καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτοῦ τὸ ἔργον, καὶ ἐν μιᾷ ἐκράτει τὴν βολίδα. 12Καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφῦν αὐτοῦ, καὶ ᾠκοδομοῦσαν· καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ. 13Καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ, τὸ ἔργον πλατὺ καὶ πολὺ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. 14Ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ Θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.

15Καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων. 16Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ, ἕκαστος μετὰ τοῦ νεανίσκου αὐτοῦ αὐλίσθητε ἐν μέσῳ Ἱερουσαλήμ· καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακὴ, καὶ ἡ ἡμέρα ἔργον. 17Καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.

15Καὶ ἡ κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ἰουδαίους. 2Καὶ ἦσάν τινες λέγοντες, ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοὶ, καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα καὶ ζησόμεθα. 3Καὶ εἰσί τινες λέγοντες, ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν, ἡμεῖς διεγγυῶμεν καὶ ληψόμεθα σῖτον καὶ φαγόμεθα. 4Καὶ εἰσί τινες λέγοντες, ἐδανεισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως, ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν. 5Καὶ νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν, σὰρξ ἡμῶν· ὡς υἱοὶ αὐτῶν, υἱοὶ ἡμῶν· καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλους, καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι, καὶ οὐκ ἔστι δύναμις χειρῶν ἡμῶν, καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις.

6Καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους. 7Καὶ ἐβουλεύσατο καρδία μου ἐπʼ ἐμέ· καὶ ἐμαχεσάμην πρὸς τους ἐντίμους καὶ τοὺς ἄρχοντας, καὶ εἶπα αὐτοῖς, ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ, ἃ ὑμεῖς ἀπαιτεῖτε; καὶ ἔδωκα ἐπʼ αὐτοὺς ἐκκλησίαν μεγάλην, 8καὶ εἶπα αὐτοῖς, ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Ἰουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν· καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ὑμῶν, καὶ παραδοθήσονται ἡμῖν; καὶ ἡσύχασαν, καὶ οὐχ εὕροσαν λόγον. 9Καὶ εἶπα, οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμεῖς ποιεῖτε· οὐχ οὕτως ἐν φόβῳ Θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐθνῶν τῶν ἐχθρῶν ἡμῶν. 10Καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν αὐτοῖς ἀργύριον καὶ σῖτον· ἐγκατελίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην. 11Ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν καὶ ἀμπελῶνας αὐτῶν καὶ ἐλαιῶνας αὐτῶν καὶ οἰκίας αὐτῶν, καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε ἑαυτοῖς. 12Καὶ εἶπαν, ἀποδώσομεν, καὶ παρʼ αὐτῶν οὐ ζητήσομεν, οὕτως ποιήσομεν καθὼς σὺ λέγεις· καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο.

13Καὶ τὴν ἀναβολήν μου ἐξετίναξα, καὶ εἶπα, οὕτως ἐκτινάξαι ὁ Θεὸς πάντα ἄνδρα, ὃς οὐ στήσει τὸν λόγον τοῦτον, ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ἐκ κόπου αὐτοῦ, καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός· καὶ εἶπε πᾶσα ἡ ἐκκλησία, ἀμην· καὶ ᾔνεσαν τὸν Κύριον· καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥῆμα τοῦτο.

14Ἀπὸ ἡμέρας ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄρχοντα αὐτῶν ἐν γῇ Ἰούδα, ἀπὸ ἔτους εἰκοστοῦ καὶ ἕως ἔτους τριακοστοῦ καὶ δευτέρου τῷ Ἀρθασασθὰ ἔτη δώδεκα, ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτῶν οὐκ ἔφαγον. 15Καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπʼ αὐτοὺς, καὶ ἐλάβοσαν παρʼ αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα· καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν· κᾀγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου Θεοῦ. 16Καὶ ἐν ἔργῳ τοῦ τείχους τούτων οὐκ ἐκράτησα, ἀγρὸν οὐκ ἐκτησάμην, καὶ πάντες οἱ συνηγμένοι ἐκεῖ ἐπὶ τὸ ἔργον. 17Καὶ οἱ Ἰουδαῖοι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες, καὶ ἐρχόμενοι πρὸς ἡμᾶς ἀπὸ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ἐπὶ τράπεζάν μου. 18Καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἷς, καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι· καὶ ἀναμέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει· καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα, ὅτι βαρεῖα ἡ δουλεία ἐπὶ τὸν λαὸν τοῦτον.

19Μνήσθητί μου ὁ Θεὸς εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τῷ λαῷ τούτῳ.

16Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ, καὶ Τωβίᾳ, καὶ τῷ Γησὰμ τῷ Ἀραβὶ, καὶ τοῖς καταλοίποις ἐχθρῶν ἡμῶν, ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή· ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις. 2Καὶ ἀπέστειλε Σαναβαλλὰτ καὶ Γησὰμ πρὸς μὲ, λέγων, δεῦρο καὶ συναχθῶμεν ἐπιτοαυτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ὠνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν. 3Καὶ ἀπέστειλα ἐπʼ αὐτοὺς ἀγγέλους, λέγων, ἔργον μέγα ἐγὼ ποιῶ, καὶ οὐ δυνήσομαι καταβῆναι, μή ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτὸ, καταβήσομαι πρὸς ὑμᾶς. 4Καὶ ἀπέστειλαν πρὸς μὲ ὡς τὸ ῥῆμα τοῦτο· καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.

5Καὶ ἀπέστειλε πρὸς μὲ Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ, καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ. 6Καὶ ἦν γεγραμμένον ἐν αὐτῇ, ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα. 7Καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἰερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπιτοαυτό. 8Καὶ ἀπέστειλα πρὸς αὐτὸν, λέγων, οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι ὧς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς. 9Ὅτι πάντες φοβερίζουσιν ἡμᾶς, λέγοντες, ἐκλυθήσονται χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου.

10Κᾀγὼ εἰσῆλθον εἰς οἶκον Σεμεῒ υἱοῦ Δαλαΐα υἱοῦ Μεταβεὴλ, καὶ αὐτὸς συνεχόμενος· καὶ εἶπε, συναχθῶμεν εἰς οἶκον τοῦ Θεοῦ ἐν μέσῳ αὐτοῦ, καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε. 11Καὶ εἶπα, τίς ἐστιν ὁ ἀνὴρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον, καὶ ζήσεται; 12Καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ Θεὸς οὐκ ἀπέστειλεν αὐτὸν, ὅτι ἡ προφητεία λόγος κατʼ ἐμοῦ· 13καὶ Τωβίας καὶ Σαναβαλλὰτ ἐμισθώσαντο ἐπʼ ἐμὲ ὄχλον ὅπως φοβηθῶ, καὶ ποιήσω οὕτως, καὶ ἁμάρτω, καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρὸν, ὅπως ὀνειδίσωσί με.

14Μνήσθητι ὁ Θεὸς Τωβίᾳ καὶ Σαναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα, καὶ τῷ Νωαδίᾳ τῷ προφήτῃ, καὶ καταλοίποις τῶν προφητῶν οἳ ἦσαν φοβερίζοντές με.

15Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐλοὺλ μηνὸς εἰς πεντήκοντα καὶ δύο ἡμέρας. 16Καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσε φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ Θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο.

17καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς· 18Ὅτι πολλοὶ ἐν Ἰούδα ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενία υἱοῦ Ἡραέ· καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβε τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχία εἰς γυναῖκα. 19Καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρὸς μὲ, καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ· καὶ ἐπιστολὰς ἀπέστειλε Τωβίας φοβερίσαι με.

17Καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ, καὶ οἱ ᾄδοντες, καὶ οἱ Λευῖται, 2καὶ ἐνετειλάμην τῷ Ἀνανίᾳ ἀδελφῷ μου, καὶ τῷ Ανανίᾳ ἄρχοντι τῆς βιρὰ ἐν Ἱερουσαλὴμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν Θεὸν παρὰ πολλούς. 3Καὶ εἶπα αὐτοῖς, οὐκ ἀνοιγήσονται πύλαι Ἱερουσαλὴμ ἕως ἅμα τῷ ἡλίῳ· καὶ ἔτι αὐτῶν γρηγορούντων, κλειέσθωσαν αἱ θύραι, καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ἱερουσαλὴμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ, καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.

4καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι. 5Καὶ ἔδωκεν ὁ Θεὸς εἰς τὴν καρδίαν μου, καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις· καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ,

6Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰούδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ μετὰ Ζοροβάβελ, 7καὶ Ἰησοῦ, καὶ Νεεμία, Ἀζαρία, καὶ Ῥεελμὰ, Ναεμανὶ, Μαρδοχαῖος, Βαλσὰν, Μασφαρὰθ, Ἔσδρα, Βογουΐα, Ἰναοὺμ, Βαανὰ, Μασφὰρ, ἄνδρες λαοῦ Ἰσραήλ.

8γἱοὶ Φόρος, δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο.

9γἱοὶ Σαφατία, τριακόσιοι ἑβδομηκονταδύο.

10γἱοὶ Ἠρὰ, ἑξακόσιοι πεντηκονταδύο.

11γἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ἰωὰβ, δισχίλιοι ἑξακόσιοι δεκαοκτώ.

12γἱοὶ Αἰλὰμ, χίλιοι διακόσιοι πεντηκοντατέσσαρες.

13γἱοὶ Ζαθουΐα, ὀκτακόσιοι τεσσαρακονταπέντε.

14γἱοὶ Ζακχού, ἑπτακόσιοι ἑξήκοντα.

15γἱοὶ Βανουῒ, ἑξακόσιοι τεσσαρακονταοκτώ.

16γἱοὶ Βηβὶ, ἑξακόσιοι εἰκοσιοκτώ.

17γἱοὶ Ἀσγὰδ, δισχίλιοι τριακόσιοι εἰκοσιδύο.

18γἱοὶ Ἀδωνικὰμ, ἑξακόσιοι ἑξηκονταεπτά.

19γἱοὶ Βαγοῒ, δισχίλιοι ἑξηκονταεπτά.

20γἱοὶ Ἠδὶν, ἑξακόσιοι πεντηκονταπέντε.

21γἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ, ἐννενηκονταοκτώ.

22γἱοὶ Ἠσὰμ, τριακόσιοι εἰκοσιοκτώ.

23γἱοὶ Βεσεῒ, τριακόσιοι εἰκοσιτέσσαρες.

24γἱοὶ Ἀρὶφ, ἑκατὸν δώδεκα· υἱοὶ Ἀσὲν, διακόσιοι εἰκοσιτρεῖς.

25γἱοὶ Γαβαὼν, ἐννενηκονταπέντε.

26γἱοὶ Βαιθαλὲμ, ἑκατὸν εἰκοσιτρεῖς· υἱοὶ Ἀτωφὰ, πεντηκονταέξ.

27γἱοὶ Ἀναθὼθ, ἑκατὸν εἰκοσιοκτώ.

28Ἄνδρες Βηθασμὼθ, τεσσαρακονταδύο.

29Ἄνδρες Καριαθαρὶμ, Καφιρὰ, καὶ Βηρὼθ, ἑπτακόσιοι τεσσαρακοντατρεῖς.

30Ἄνδρες Ἀραμὰ, καὶ Γαβαὰ, ἑξακόσιοι εἴκοσι.

31Ἄνδρες Μαχεμὰς, ἑκατὸν εἰκοσιδύο.

32Ἄνδρες Βαιθὴλ καὶ Ἀῒ, ἑκατὸν εἰκοσιτρεῖς.

33Ἄνδρες Ναβία, ἐκατὸν πεντηκονταδύο.

34Ἄνδρες Ἠλαμαὰρ, χίλιοι διακόσιοι πεντηκονταδύο.

35γἱοὶ Ἠρὰμ, τριακόσιοι εἴκοσι.

36γἱοὶ Ἱεριχὼ, τριακόσιοι τεσσαρακονταπέντε.

37γἱοὶ Λοδαδὶδ καὶ Ὠνὼ, ἑπτακόσιοι εἰκοσιεῖς.

38γἱοὶ Σανανὰ, τρισχίλιοι ἐννακόσιοι τριάκοντα.

39Οἱ ἱερεῖς υἱοὶ Ἰωδαὲ εἰς οἶκον Ἰησοῦ, ἐννακόσιοι ἑβδομηκοντατρεῖς.

40Υἱοὶ Ἐμμὴρ, χίλιοι πεντηκονταδύο.

41Υἱοὶ Φασεοὺρ, χίλιοι διακόσιοι τεσσαρακονταεπτά.

42γἱοὶ Ἠρὰμ, χίλιοι δεκαεπτά.

43Οἱ Λευῖται, υἱοὶ Ἰησοῦ τοῦ Καδμιὴλ τοῖς υἱοῖς τοῦ Οὐδουΐα, ἑβδομηκοντατέσσαρες.

44Οἱ ᾄδοντες, υἱοὶ Ἀσὰφ, ἑκατὸν τεσσαρακονταοκτώ.

45Οἱ πυλωροὶ, υἱοὶ Σαλοὺμ, υἱοὶ Ἀτὴρ, υἱοὶ Τελμὼν, υἱοὶ Ἀκοὺβ, υἱοὶ Ἀτιτὰ, υἱοὶ Σαβὶ, ἑκατὸν τριακονταοκτώ.

46Οἱ Ναθινὶμ, υἱοὶ Σηὰ, υἱοὶ Ἀσφὰ, υἱοὶ Ταβαὼθ, 47υἱοὶ Κιρὰς, υἱοὶ Ἀσουΐα, υἱοὶ Φαδὼν, 48υἱοὶ Λαβανὰ, υἱοὶ Ἀγαβὰ, υἱοὶ Σελμεῒ, 49υἱοὶ Ἀνὰν, υἱοὶ Γαδὴλ, υἱοὶ Γαὰρ, 50υἱοὶ Ῥααΐα, υἱοὶ Ῥασσὼν, υἱοὶ Νεκωδὰ, 51υἱοὶ Γηζὰμ, υἱοὶ Ὀζὶ, υἱοὶ Φεσὴ, 52υἱοὶ Βησὶ, υἱοὶ Μεϊνὼν, υἱοὶ Νεφωσασὶ, 53υἱοὶ Βακβοὺκ, υἱοὶ Ἀχιφὰ, υἱοὶ Ἀροὺρ, 54υἱοὶ Βασαλὼθ, υἱοὶ Μιδὰ, υἱοὶ Ἀδασὰν, 55υἱοὶ Βαρκουὲ, υἱοὶ Σισαρὰθ, υἱοὶ Θημὰ, 56υἱοὶ Νισιὰ, υἱοὶ Ἀτιφά. 57γἱοὶ δούλων Σαλωμὼν, υἱοὶ Σουτεῒ, υἱοὶ Σαφαρὰτ, υἱοὶ Φεριδὰ, 58υἱοὶ Ἰελὴλ, υἱοὶ Δορκὼν, υἱοὶ Γαδαὴλ, 59υἱοὶ Σαφατία, υἱοὶ Ἐττὴλ, υἱοὶ Φακαρὰθ, υἱοὶ Σαβαῒμ, υἱοὶ Ἠμίμ. 60Πάντες οἱ Ναθινὶμ, καὶ υἱοὶ δούλων Σαλωμὼν, τριακόσιοι ἐννενηκονταδύο.

61Καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελὲθ, Θελαρησὰ, Χαροὺβ, Ἠρὼν, Ἰεμὴρ, καὶ οὐκ ἐδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν, εἰ ἀπὸ Ἰσραὴλ εἰσίν· 62γἱοὶ Δαλαία, υἱοὶ Τωβία, υἱοὶ Νεκωδὰ, ἑξακόσιοι τεσσαρακονταδύο.

63Καὶ ἀπὸ τῶν ἱερέων, υἱοὶ Ἐβία, υἱοὶ Ἀκὼς, υἱοὶ Βερζελλὶ, ὅτι ἔλαβον ἀπὸ θυγατέρων Βερζελλὶ τοῦ Γαλααδίτου γυναῖκας, καὶ ἐκλήθησαν ἐπʼ ὀνόματι αὐτῶν. 64Οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. 65Καὶ εἶπεν ἀθερσασθὰ, ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς φωτίσων.

66Καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἐξήκοντα, 67πάρεκ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν· οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· καὶ ᾄδοντες καὶ ᾄδουσαι, διακόσιοι τεσσαρακονταπέντε. 69Ὄνοι δισχίλιοι ἑπτακόσιοι.

70Καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἐργον τῷ Νεεμίᾳ εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα, καὶ χωθωνὼθ τῶν ἱερέων τριάκοντα. 71Καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρούς τοῦ ἔργου χρυσοῦ νομίσματος δύο μυριάδας, καὶ ἀργυρίου μνᾶς δισχιλίας τριακοσίας. 72Καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας, καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας, καὶ χωθωνὼθ τῶν ἱερέων ἑξηκονταεπτά.

73Καὶ ἐκάθισαν οἱ ἱερεῖς, καὶ Λευῖται, καὶ οἱ πυλωροὶ, καὶ οἱ ᾄδοντες, καὶ οἱ ἀπὸ τοῦ λαοῦ, καὶ οἱ Ναθινὶμ, καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.

18Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν· καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος· καὶ εἶπαν τῷ Ἔσδρᾳ τῷ γραμματεῖ, ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ, ὃν ἐνετείλατο Κύριος τῷ Ἰσραήλ. 2Καὶ ἤνεγκεν Ἔσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, καὶ πᾶς ὁ συνιὼν, ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου. 3Καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας, ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ αὐτοὶ συνιέντες· καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου. 4Καὶ ἔστη Ἔσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματθαθίας, καὶ Σαμαΐας, καὶ Ἀνανίας, καὶ Οὐρίας, καὶ Χελκία, καὶ Μαασία ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαΐας, καὶ Μισαὴλ, καὶ Μελχίας, καὶ Ἀσὼμ, καὶ Ἀσαβαδμὰ, καὶ Ζαχαρίας, καὶ Μεσολλάμ. 5Καὶ ἤνοιξεν Ἔσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ· καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτὸ, ἔστη πᾶς ὁ λαός. 6Καὶ ηὐλόγησεν Ἔσδρας Κύριον τὸν Θεὸν τὸν μέγαν· καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς, καὶ εἶπαν, ἀμὴν, ἐπάραντες τὰς χεῖρας αὐτῶν· καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 7Καὶ Ἰησοῦς, καὶ Βαναΐας, καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ. 8Καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ, καὶ ἐδίδασκεν Ἔσδρας, καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει.

9Καὶ εἶπε Νεεμίας καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς, καὶ οἱ Λευῖται, καὶ οἱ συνετίζοντες τὸν λαὸν, καὶ εἶπαν παντὶ τῷ λαῷ, ἡμέρα ἁγία ἐστὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιε πᾶς ὁ λαὸς ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου. 10Καὶ εἶπεν αὐτοῖς, πορεύεσθε, φάγετε λιπάσματα, καὶ πίετε γλυκάσματα, καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ Κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶ Κύριος ἰσχὺς ἡμῶν. 11Καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν, λέγοντες, σιωπᾶτε, ὅτι ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε. 12Καὶ ἀπῆλθε πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀποστέλλειν μερίδας, καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς.

13Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν σὺν τῷ παντὶ λαῷ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς Ἔσδραν τὸν γραμματέα, ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου. 14Καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο Κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἐν σκῆναις ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ, 15καὶ ὅπως σημάνωσι σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ἱερουσαλήμ· καὶ εἶπεν Ἔσδρας, ἐξέλθετε εἰς τὸ ὄρος, καὶ ἐνέγκατε φύλλα ἐλαίας, καὶ φύλλα ξύλων κυπαρισσίνων, καὶ φύλλα μυρσίνης, καὶ φύλλα φοινίκων, καὶ φύλλα ξύλου δασέος, ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον. 16Καὶ ἐξῆλθεν ὁ λαὸς, καὶ ἤνεγκαν, καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ, καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν, καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ Θεοῦ, καὶ ἐν πλατείαις τῆς πόλεως, καὶ ἕως πύλης Ἐφραίμ. 17Καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία, οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας, σκηνὰς, καὶ ἐκάθισαν ἐν σκηναῖς· ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ οὕτως οἱ υἱοὶ Ἰσραὴλ ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐγένετο εὐφροσύνη μεγάλη.

18Καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης· καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα.

19Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις καὶ σποδῷ ἐπὶ κεφαλῆς αὐτῶν. 2Καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. 3Καὶ ἔστησαν ἐπὶ τῇ στάσει αὐτῶν, καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου Κυρίου Θεοῦ αὐτῶν· καὶ ἦσαν ἐξαγορεύοντες τῷ Κυρίῳ καὶ προσκυνοῦντες τῷ Κυρίῳ Θεῷ αὐτῶν. 4Καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς, καὶ οἱ υἱοὶ Καδμιὴλ, Σεχενία υἱὸς Σαραβία, υἱοὶ Χωνενί· καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν Θεὸν αὐτῶν. 5Καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιὴλ, ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν Θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου, καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει.

6Καὶ εἶπεν Ἔσδρας, σὺ εἶ αὐτὸς Κύριος μόνος, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς· καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν·

7Σὺ εἶ Κύριος ὁ Θεὸς, σὺ ἐξελέξω ἐν Ἅβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων, καὶ ἐπέθηκας αὐτῷ ὄνομα Ἁβραάμ· 8Καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου, καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Γεργεσαίων, καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ.

9Καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ, καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν. 10Καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς παισὶν αὐτοῦ, καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτς ἔγνως ὅτι ὑπερηφάνησαν ἐπʼ αὐτοὺς καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη. 11Καὶ τὴν θάλασσαν ἔῥῥηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔῤῥιψας εἰς βυθὸν, ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῶ.

12Καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 13καὶ ἐπὶ ὄρος Σινὰ κατέβης, καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ, καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα, καὶ νόμους ἀληθείας, προστάγματα, καὶ ἐντολὰς ἀγαθάς. 14Καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου. 15Καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτίαν αὐτῶν, καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν· καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφʼ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς.

16Καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου, 17καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι, καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου ὧν ἐποίησας μετʼ αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ· καὶ σὺ ὁ Θεὸς ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐγκατέλιπες αὐτούς. 18Ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν, καὶ εἶπαν, οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.

19Καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ, τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπʼ αὐτῶν ἡμέρας, ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ, καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα, φωτίζειν αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 20Καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς· καὶ τὸ μάννα σου οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν, καὶ ὕδωρ ἔδωκας αὐτοῖς ἐν τῷ δίψει αὐτῶν. 21Καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐχ ὑστέρησας αὐτοῖς οὐδέν· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διεῤῥάγησαν.

22Καὶ ἔδωκας αὐτοῖς βασιλείας, καὶ λαοὺς ἐμέρισας αὐτοῖς· καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν βασιλέως Ἐσεβὼν, καὶ τὴν γῆν Ὢγ βασιλέως τοῦ Βασάν. 23Καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπας τοῖς πατράσιν αὐτῶν, καὶ ἐκληρονόμησαν αὐτήν· 24καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων, καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς, ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν. 25Καὶ κατελάβοσαν πόλεις ὑψηλὰς, καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας, καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν, καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ.

26Καὶ ἤλλαξαν, καὶ ἀπέστησαν ἀπὸ σοῦ, καὶ ἔῤῥιψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν· καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. 27Καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτούς· καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας, καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας, καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς.

28Καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς· καὶ πάλιν ἀνεβόησαν πρὸς σὲ, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας, καὶ ἐῤῥύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς. 29Καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου· καὶ οὐκ ἤκουσαν, ἀλλʼ ἐν ταῖς ἐντολαῖς σου καὶ κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα, καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν. 30Καὶ εἵλκυσας ἐπʼ αὐτοὺς ἔτη πολλὰ, καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου, καὶ οὐκ ἐνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς. 31Καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς εἰς συντέλειαν, καὶ οὐκ ἐγκατέλιπες αὐτοὺς, ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων.

32Καὶ νῦν ὁ Θεὸς ἡμῶν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς, καὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ τοὺς ἄρχοντας ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν, καὶ τοὺς προφήτας ἡμῶν, καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ἀσσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης. 33Καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφʼ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας· καὶ ἡμεῖς ἐξημάρτομεν, 34καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, καὶ οἱ ἱερεῖς ἡμῶν, καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου, καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου, καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς. 35Καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ ᾗ ἔδωκας αὐτοῖς, καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ ᾗ ἔδωκας ἐνώπιον αὐτῶν, οὐκ ἐδούλευσάν σοι, καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν. 36Ἰδοὺ σήμερον ἐσμὲν δοῦλοι, καὶ ἡ γῆ ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς καὶ τὰ ἀγαθὰ αὐτῆς, ἰδοὺ ἐσμὲν δοῦλοι ἐπʼ αὐτῆς, καὶ οἱ καρποὶ αὐτῆς πολλοὶ 37τοῖς βασιλεῦσιν οἷς ἔδωκας ἐφʼ ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσι, καὶ ἐν κτήνεσιν ἡμῶν, ὡς ἀρεστὸν αὐτοῖς, καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν.

20Καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν, καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν ἄρχοντες ἡμῶν, Αευῖται ἡμῶν, ἱερεῖς ἡμῶν.

2Καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας ἀρτασασθὰ υἱὸς Ἀχαλία, καὶ Σεδεκίας 3υἱὸς Ἀραία, καὶ Ἀζαρία, καὶ Ἱερεμία, 4Φασοὺρ, Ἀμαρία, Μελχία, 5Ἀττοὺς, Σεβανὶ, Μαλοὺχ, 6Ἰρὰμ, Μεραμὼθ, Ἀβδία, 7Δανιὴλ, Γανναθὼν, Βαροὺχ, 8Μεσουλὰμ, Ἀβία, Μιαμὶν, 9Μααζία, Βελγαῒ, Σαμαΐα οὗτοι ἱερεῖς.

10Καὶ οἱ Λευῖται, Ἰησοῦς υἱὸς Ἀζανία, Βαναίου ἀπὸ υἱῶν Ἠναδὰδ, Καδμιὴλ 11καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, Ὠδουΐα, Καλιτὰν, 12Φελία, Ανὰν, Μιχὰ, Ῥοὼβ, 13Ἀσεβίας, Ζακχὼρ, Σαραβία, Σεβανία, 14Ὠδούμ· υἱοὶ Βανουαῒ

15Ἄρχοντες τοῦ λαοῦ Φόρος, Φαὰθ Μωὰβ, Ἠλὰμ, Ζαθουΐα· 16υἱοὶ Βανὶ, Ἀσγὰδ, Βηβαῒ, 17Ἀδανία, Βαγοῒ, Ἡδὶν, 18Ἀτὴρ, Ἐζεκία, Ἀζοὺρ, 19Ὠδουΐα, Ἠσὰμ, Βησὶ, 20Ἀρὶφ, Ἀναθὼθ, Νωβαῒ, 21Μεγαφὴς, Μεσουλλὰμ, Ἠζὶρ, 22Μεσωζεβὴλ, Σαδοὺκ, Ἰσδδούα, 23Φαλτία, Ἀνὰν, Ἀναΐα, 24Ὠσηὲ, Ἀνανία, Ἀσοὺβ, 25Ἀλωὴς, Φαλαῒ, Σωβὴκ, 26Ῥεοὺμ, Ἐσσαβανὰ, Μαασία, 27καὶ Ἀΐα, Αἰνὰν, Ἠνὰμ, 28Μαλοὺχ, Ἠρὰμ, Βαανὰ,

29Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροὶ, οἱ ᾄδοντες, οἱ Ναθινὶμ, καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ Θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν· πᾶς ὁ εἰδὼς καὶ συνιὼν, 30ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, καὶ κατηράσαντο αὐτοὺς, καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου, καὶ τὰ κρίματα αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ· 31Καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τοῖς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν· 32Καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρʼ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον, καὶ ἀπαίτησιν πάσης χειρός.

33Καὶ στήσομεν ἐφʼ ἡμᾶς ἐντολάς δοῦναι ἐφʼ ἡμᾶς τρίτον τοῦ διδράχμου κατʼ ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν, 34εἰς ἄρτους τοῦ προσώπου, καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ Ἰσραὴλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν.

35Καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαὸς, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐκκαῦσαι ἑπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ· 36Καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν, καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον Κυρίου, 37καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν. 38Καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν, καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου, καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις· καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν. 39Καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ἀαρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάδος εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ Θεοῦ. 40Ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες· καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.

21Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἱερουσαλήμ· καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἱερουσαλὴμ πόλει τῇ ἁγίᾳ, καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι. 2Καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἱερουσαλήμ.

3Καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν Ἰσραὴλ, οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ναθιναοι, καὶ οἱ υἱοὶ δούλων Σαλωμών·

4Καὶ ἐν Ἱερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰούδα, καὶ ἀπὸ υἱῶν Βενιαμίν· Ἀπὸ υἱῶν Ἰούδα, Ἀθαΐα υἱὸς Ἀζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεήλ· καὶ ἀπὸ τῶν υἱῶν Φαρὲς, 5καὶ Μαασία υἱὸς Βαροὺχ, υἱὸς Χαλαζὰ, υἱὸς Ὀζία, υἱὸς Ἀδαΐα, υἱὸς Ἰωαρὶβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί. 6Πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν Ἱερουσαλὴμ, τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως. 7Καὶ οὗτοι υἱοὶ Βενιαμὶν, Σηλὼ υἱὸς Μεσουλὰμ, υἱὸς Ἰωὰδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς Ἐθιὴλ, υἱὸς Ἰεσία, 8καὶ ὀπίσω αὐτοῦ Γηβὲ, Σηλὶ, ἐννακόσιοι εἰκοσιοκτώ. 9Καὶ Ἰωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπʼ αὐτούς· καὶ Ἰούδα υἱὸς Ἀσανὰ ἀπὸ τῆς πόλεως, δεύτερος.

10Ἀπὸ τῶν ἱερέων· καὶ Ἰαδία υἱὸς Ἰωαρὶβ, Ἰαχὶν. 11Σαραία υἱὸς Ἐλχία, υἱὸς Μεσουλὰμ, υἱὸς Σαδδοὺκ, υἱὸς Μαριὼθ, υἱὸς Αἰτὼθ, ἀπέναντι οἴκου τοῦ Θεοῦ. 12Καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου, ὀκτακόσιοι εἰκοσιδύο· καὶ Ἀδαΐα υἱὸς Ἱεροὰμ, υἱοῦ Φαλαλία, υἱοῦ Ἀμασὶ, υἱὸς Ζαχαρία, υἱὸς Φασσοὺρ, υἱὸς Μελχία, 13καὶ ἀδελφοὶ αὐτοῦ ἄρχοντες πατριῶν, διακόσιοι τεσσαρακονταδύο· καὶ Ἀμασία υἱὸς Ἐσδριὴλ, υἱοῦ Μεσαριμὶθ, υἱοῦ Ἐμμὴρ, 14καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως, ἐκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων.

15Καὶ ἀπὸ τῶν Λευιτῶν, Σαμαΐα υἱὸς Ἐσρικὰμ, Ματθανίας υἱὸς Μιχὰ, 17καὶ Ἰωβὴβ υἱὸς Σαμουῒ, 18διακόσιοι ὀγδοηκοντατέσσαρες.

19Καὶ οἱ πυλωροὶ, Ἀκοὺβ, Τελαμὶν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο.

22Καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανὶ, υἱὸς Οζὶ, υἱὸς Ἀσαβία, υἱὸς Μιχά· ἀπὸ υἱῶν Ἀσὰφ, τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ· 23ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς.

24Καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ, 25καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν· καὶ ἀπὸ υἱῶν Ἰούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ, 26καὶ ἐν Ἰησοὺ, 27καὶ ἐν Βηρσαβεὲ, 30καὶ ἐπαύλεις αὐτῶν Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ. 31Καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς. 36Καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ἰούδα τῷ Βενιαμίν.

22Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραΐα, Ἱερεμία, Ἔσδρα, 2Ἀμαρία, Μαλοὺχ, 3Σεχενία· 7Οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων, καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοί·

8Καὶ οἱ Λευῖται, Ἰησοῦ, Βανουὶ, Καδμιὴλ, Σαραβία, Ἰωδαὲ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς, καὶ οἱ ἀδελφοὶ αὐτῶν 9εἰς τὰς ἐφημερίας.

10Καὶ Ἰησοὺς ἐγέννησε τὸν Ἰωακὶμ, καὶ Ἰωακὶμ ἐγέννησε τὸν Ἐλιασὶβ, καὶ Ἐλιασὶβ τὸν Ἰωδαὲ, 11καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδού. 12Καὶ ἐν ἡμέραις Ἰωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, τῷ Σαραΐα, Ἀμαρία· τῷ Ἱερεμία, Ἀυανία· 13Τῷ Ἔσδρᾳ Μεσουλάμ· τῷ Ἀμαρία, Ἰωανάν· 14τῷ Ἀμαλοὺχ, Ἰωνάθαν· τῷ Σεχενία, Ἰωσήφ· 15Τῷ Ἀρὲ, Μαννάς· τῷ Μαριὼθ, Ἐλκαΐ· 16τῷ Ἀδαδαῒ, Ζαχαρία· τῷ Γαναθὼθ, Μεσολάμ· 17Τῷ Ἀβιὰ, Ζεχρί· τῷ Μιαμὶν, Μααδαί· τῷ Φελετὶ, τῷ βαλγὰς, Σαμουέ· τῷ Σεμία, Ἰωνάθαν· 18Τῷ Ἰωαρὶβ, 19Ματθαναΐ τῷ Ἐδίῳ, Ὀζί. 20Τῷ Σαλαῒ, καλλαΐ· τῷ Ἀμὲκ, Ἀβέδ· 21Τῷ Ἐλκίᾳ, Ἀσαβιας· τῷ Ἰσδεϊοὺ, Ναθαναήλ

22Οἱ Λευῖται ἐν ἡμέραις Ἐλιασὶβ, Ἰωαδὰ, καὶ Ἰωὰ, καὶ Ἰωανὰν, καὶ Ἰδούα, γεγραμμένοι ἄρχοντες τῶυ πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου. 23Υἱοὶ δὲ Λυεὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν, καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισουέ. 24Καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν, Ἀσαβία, καὶ Σαραβία, καὶ Ἰησοῦ· καὶ υἱοὶ Καδμιὴλ καὶ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερίαν πρὸς ἐφημερίαν.

25Ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26ἐν ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰησοῦ, υἱοῦ Ἰωσεδὲκ, καὶ ἐν ἡμέραις Νεεμία, καὶ Ἔσδρας ὁ ἱερεὺς γραμματεύς.

27Καὶ ἐν ἐγκαινίοις τείχους Ἱερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἱερουσαλὴμ, ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθὰ, καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες, καὶ ψαλτήρια, καὶ κινύραι. 28Καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἱερουσαλὴμ, καὶ ἀπὸ ἐπαύλεων, 29καὶ ἀπὸ ἀγρῶν, ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἰερουσαλήμ. 30Καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

31Καὶ ἀνήνεγκαν τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους· καὶ ἔστησαν δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τεὶχους τῆς κοπρίας. 32Καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν Ὠσαΐα καὶ ἥμισυ ἀρχόντων Ἰούδα, 33καὶ Ἀζαρίας, καὶ Ἔσδρας, καὶ Μεσολλὰμ, 34καὶ Ἰούδα, καὶ Βενιαμὶν, καὶ Σαμαΐας, καὶ Ἱερεμὶα. 35Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι, Ζαχαρίας υἱὸς Ἰωνὰθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχοὺρ, υἱὸς Ἀσάφ· 36Καὶ ἀδελφοὶ αὐτοῦ, Σαμαΐα, καὶ Ὀζιὴλ, Γελὼλ, Ἰαμὰ, Ἀΐα, Ναθαναὴλ, καὶ Ἰούδα, Ανανὶ, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ· καὶ Ἔσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν ἐπὶ πύλης, 37τοῦ αἰνεῖν κατέναντι αὐτῶν· καὶ ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ, καὶ ἕως τῆς πύλης τοῦ ὕδατος 39Ἐφραὶμ, καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν, καὶ πύργῳ Ἁναμεὴλ, καὶ ἕως πύλης τῆς προβατικῆς. 42Καὶ ἠκούσθησαν οἱ ᾄδοντες, καὶ ἐπεσκέπησαν. 43Καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα, καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἱερουσαλὴμ ἀπὸ μακρόθεν.

44Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς, καὶ ταῖς δεκάταις, καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἐν Ἰούδα ἐπὶ τοὺς ἱερεῖς, καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45Καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν, καὶ φυλακὰς τοῦ καθαρισμοῦ, καὶ τοὺς ᾄδοντας, καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ. 46Ὅτι ἐν ἡμέραις Δαυὶδ Ἀσὰφ ἀπʼ ἀρχῆς πρῶτος τῶν ᾀδόντων, καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ, 47καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου, διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.

23Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ· καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν Ἀμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, 2ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἄρτῳ καὶ ὕδατι, καὶ ἐμισθώσαντο ἐπʼ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι· καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. 3Καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ἰσραήλ.

4Καὶ πρὸ τούτου Ἐλιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν, ἐγγιῶν Τωβίᾳ. 5Καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχὰς τῶν ἱερέων. 6Καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ἱερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Ἀρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα, καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως, 7καὶ ἦλθον εἰς Ἱερουσαλήμ· καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ἐλιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ.

8Καὶ πονηρόν μοι ἐφάνη σφόδρα· καὶ ἔῤῥιψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου. 9Καὶ εἶπα, καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια· καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰ καὶ τὸν λίβανον.

10Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν· καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ, οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. 11Καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς, καὶ εἶπα, διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ Θεοῦ; καὶ συνήγαγον αὐτοὺς, καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. 12Καὶ πᾶς Ἰούδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς 13ἐπὶ χεῖρα Σελεμία τοῦ ἱερέως, καὶ Σαδὼκ τοῦ γραμματέως, καὶ Φαδαΐα ἀπὸ τῶν Λευιτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν Ἀνὰν υἱὸς Ζακχοὺρ, υἱὸς Ματθανίου, ὅτι πιστοὶ ἐλογίσθησαν, ἐπʼ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.

14Μνήσθητί μου ὁ Θεὸς ἐν ταὐτῇ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ Θεοῦ.

15Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ, καὶ φέροντας δράγματα, καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντας εἰς Ἱερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. 16Καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν, καὶ πᾶσαν πρᾶσιν πωλοῦντες τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἱερουσαλήμ. 17Καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις, καὶ εἶπα αὐτοῖς, τίς ὁ λόγος οὗτος ὁ πονηρὸς, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; 18Οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραὴλ βεβηλῶσαι τὸ σάββατον;

19Καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν Ἱερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα, καὶ ἔκλεισαν τὰς πύλας· καὶ εἶπα, ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20Καὶ ηὐλίσθησαν πάντες, καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἰερουσαλὴμ ἅπαξ καὶ δίς. 21Καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς, καὶ εἶπα πρὸς αὐτοὺς, διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν· ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22Καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου.

Πρὸς ταῦτα μνήσθητί μου ὁ Θεὸς, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.

23Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ἰουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Ἀμμανίτιδας, Μωαβίτιδας· 24καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ, καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν Ἰουδαϊστί. 25Καὶ ἐμαχεσάμην μετʼ αὐτῶν, καὶ καταρασάμην αὐτούς· καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας, καὶ ἐμαδάρωσα αὐτοὺς, καὶ ὤρκισα αὐτοὺς ἐν τῷ Θεῷ, ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26Οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς Ἰσραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραὴλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27Καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι πᾶσαν πονηρίαν ταύτην, ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν, καθίσαι γυναῖκας ἀλλοτρίας.

28Καὶ ἀπὸ υἱῶν Ἰωαδὰ τοῦ Ἐλισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου, καὶ ἐξέβρασα αὐτὸν ἀπʼ ἐμοῦ. 29Μνήσθητι αὐτοῖς ὁ Θεὸς ἐπὶ ἀλχιστείᾳ τῆς ἱερατείας, καὶ διαθήκῃ τῆς ἱερατείας, καὶ τοὺς Λευίτας.

30Καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως, καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ. 31Καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων, καὶ ἐν τοῖς βακχουρίοις. Μνήσθητί μου ὁ Θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.