Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
JDT - Brenton Greek Text
ΙΟΥΔΙΘ
1 ἝΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευὴ τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξὰδ, 2 ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις, καὶ ᾠκοδόμησεν ἐπʼ Ἐκβατάνων, καὶ κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων, εἰς πλάτος πηχῶν τριῶν, καὶ εἰς μῆκος πηχῶν ἓξ, καὶ ἐποίησε τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα, 3 καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν, καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα. 4 Καὶ ἐποίησε τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα, καὶ τὸ πλάτος αὐτῶν πήχεις τεσσράκοντα εἰς ἐξόδους δυνάμεων δυνατῶν αὐτοῦ, καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ.
5 Καὶ ἐποίησε πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονόσορ πρὸς βασιλέα Ἀρφαξὰδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν ἐν τοῖς ὁρίοις Ῥαγαῦ. 6 Καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν, καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην, καὶ τὸν Τίγριν, καὶ τὸν Ὑδάσπην, καὶ πεδίῳ Εἰριὼχ ὁ βασιλεὺς Ἐλυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ σφόδρα εἰς παράταξιν υἱῶν Χελεούλ.
7 Καὶ ἀπέστειλε Ναβουχοδονόσορ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας Κιλικίαν καὶ Δαμασκὸν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας, 8 καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου, καὶ Γαλαὰδ, καὶ τὴν ἄνω Γαλιλαίαν, καὶ τὸ μέγα πεδίον Ἐσδρηλὼμ, 9 καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς, καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἱερουσαλὴμ, καὶ Βετὰνη, καὶ Χελλοὺς, καὶ Κάδης, καὶ τοῦ ποταμοῦ Αἰγύπτου, καὶ Ταφνὰς, καὶ Ῥαμεσσὴ, 10 καὶ πᾶσαν γῆν Γεσὲμ ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως, καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
11 Καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ῥῆμα Ναβουχοδονὸσορ τοῦ βασιλέως Ἀσσυρίων, καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτὸν, ἀλλ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ ἶσος· καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ πρὸ προσώπου αὐτῶν. 12 Καὶ ἐθυμώθη Ναβουχοδονόσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα, καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωὰβ, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πᾶσαν τὴν Ἰουδαίαν, καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
13 Καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ, καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ, καὶ ἀνέστρεψε πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ, καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ, καὶ πάντα τὰ ἅρματα αὐτοῦ, 14 καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ· καὶ ἀφίκετο ἕως Ἐκβατάνων, καὶ ἐκράτησε τῶν πύργων, καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς, καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτης· 15 Καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ῥαγαῦ, καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς ζιβύναις αὐτοῦ, καὶ ἐξωλόθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
16 Καὶ ἀνέστρεψε μετʼ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα· καὶ ἦν ἐκεῖ ῥαθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δυνάμις αὐτοῦ ἐφʼ ἡμέρας ἑκατὸν εἴκοσι.
2 Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησε. 2 Καὶ συνεκάλεσε πάντας τοὺς θεράποντας αὐτοῦ, καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ· καὶ συνετέλεσε πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ· 3 καὶ αὐτοὶ ἔκριναν ὀλοθρεῦσαι πᾶσαν σάρκα, οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.
4 Καὶ ἐγένετο ὡς συνετέλεσε τὴν βουλὴν αὐτοῦ, ἐκάλεσε Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτὸν, καὶ εἶπε πρὸς αὐτὸν, 5 τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς, ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι, καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδων δεκαδύο, 6 καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμὰς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου· 7 καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτοὺς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶ τῆς δυνάμεώς μου· καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς, 8 καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσι τὰς φάραγγας καὶ τοὺς χειμάῤῥους αὐτῶν, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται· 9 καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς. 10 Σὺ δὲ ἐξελθὼν προκαταλήψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσί σοι ἑαυτοὺς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν.
11 Ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου. 12 Ὅτι ζῶν ἐγὼ, καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα, καὶ ποιήσω ταῦτα ἐν χειρί μου. 13 Καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλʼ ἐπιτελῶν ἐπιτελέσεις, καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.
14 Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσε πάντας τοὺς δυνάστας, καὶ τοὺς στρατηγοὺς, καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ, 15 καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δεκαδύο, καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους, 16 καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται. 17 Καὶ ἔλαβε καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός, 18 καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα.
19 Καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονόσορ, καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν. 20 Καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς τυνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῇς· οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.
21 Καὶ ἀπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βαικτιλαὶθ, καὶ ἐπεστρατοπέδευσεν ἀπὸ Βαικτιλαὶθ πλησίον τοῦ ὄρους τοῦ ἐπʼ ἀριστερᾷ τῆς ἄνω Κιλικίας. 22 Καὶ ἔλαβε πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς, καὶ τοὺς ἱππεῖς, καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν. 23 Καὶ διέκοψε τὸ Φοὺδ καὶ Λοὺδ, καὶ ἐπρονόμευσαν πάντας υἱοὺς Ῥασσὶς, καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς Νότον τῆς Χελλαίων.
24 Καὶ παρῆλθε τὸν Εὐφράτην, καὶ διῆλθε τὴν Μεσοποταμίαν, καὶ διέσκαψε πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμαῤῥοῦ Ἀβρωνᾶ ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν.
25 Καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλίκιας, καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ· καὶ ἦλθεν ἕως ὁρίων Ἰάφεθ, τὰ πρὸς Νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.
26 Καὶ ἐκύκλωσε πάντας τοὺς υἱοὺς Μαδιὰν, καὶ ἐνέπρησε τὰ σκηνώματα αὐτῶν, καὶ ἐπρονόμευσε τὰς μάνδρας αὐτῶν.
27 Καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐνέπρησε πάντας τοὺς ἀγροὺς αὐτῶν· καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν, καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσε, καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησε, καὶ ἐπάταξε πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας.
28 Καὶ ἐπέπεσεν ὁ φόβος καὶ ὁ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν, τοὺς ὄντας ἐν Σιδῶνι καὶ Τύρῳ, καὶ τοὺς κατοικοῦντας Σοὺρ, καὶ Ὀκινὰ, καὶ πάντας τοὺς κατοικοῦντας Ἱεμναάν· καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκάλωνι ἐφοβήθησαν αὐτὸν σφόδρα.
3 Καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς, λέγοντες, 2 ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονόσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστι τῷ προσώπῳ σου. 3 Ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν, καὶ πᾶν πεδίον πυρῶν, καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου· χρῆσαι καθʼ ὃ ἂν ἀρέσκῃ σοι. 4 Ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν, καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοί σου εἰσίν· ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
5 Καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ὀλοφέρνην, καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα. 6 Καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἐφρούρησε τὰς πόλεις τὰς ὑψηλάς· καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους. 7 Καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ, καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων. 8 Καὶ κατέσκαψε πάντα τὰ ὅρια αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψε· καὶ ἦν δεδογμένον αὐτῷ ἐξολοθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονόσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.
9 Καὶ ἦλθε κατὰ πρόσωπον Ἐσδρηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας. 10 Καὶ κατεστρατοπέδευσεν ἀναμέσον Γαιβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.
4 Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσε πάντα τὰ ἱερὰ αὐτῶν, καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμὸν, 2 καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου Θεοῦ αὐτῶν ἐταράχθησαν· 3 ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη, καὶ τὸ θυσιαστήριον, καὶ ὁ οἶκος, ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν, 4 καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας, καὶ Κωνὰς, καὶ Βαιθωρὼν, καὶ Βελμὲν, καὶ Ἱεριχὼ, καὶ εἰς Χωβὰ, καὶ Αἰσωρὰ, καὶ τὸν αὐλῶνα Σαλὴμ, 5 καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας, καὶ παρέθεντο εἰς ἐπισιτισμον εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα.
6 Καὶ ἔγραψεν Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐκείναις ἐν Ἱερουσαλὴμ, τοῖς κατοικοῦσι Βετυλούα, καὶ Βετομεσθαὶμ, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλὼν, κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαῒμ, 7 λέγων, διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι διʼ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν· καὶ ἦν εὐχερῶς διακωλύσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης, ἐπʼ ἄνδρας τοὺς πάντας δύο. 8 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ, οἳ ἐκάθηντο ἐν Ἱερουσαλήμ.
9 Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν Θεὸν ἐν ἐκτενίᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενίᾳ μεγάλῃ, 10 αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ νήπια αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸς, καὶ ἀργυρώνητος αὐτῶν, ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.
11 Καὶ πᾶς ἀνὴρ Ἰσραὴλ καὶ γυνὴ, τὰ παιδία, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου· καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον, 12 καὶ ἐβόησαν πρὸς τὸν Θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν, καὶ τὰς γυναῖκας εἰς προνομὴν, καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν, καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν, ἐπίχαρμα τοῖς ἔθνεσι.
13 Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῶν, καὶ εἰσεῖδε τὴν θλίψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου παντοκράτορος.
14 Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν, προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ, καὶ τὰς εὐχὰς, καὶ τὰ ἑκουσία δόματα τοῦ λαοῦ, 15 καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν, καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πάντα οἶκον Ἰσραήλ.
5 Καὶ ἀνηγγέλλη Ὀλοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ἀσσοὺρ, διότι οἱ υἱοὶ Ἰσραὴλ παρεσκευάσαντο εἰς πόλεμον, καὶ τὰς διόδους τῆς ὀρεινῆς συνέκλεισαν, καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ, καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα. 2 Καὶ ὠργίσθη θυμῷ σφόδρα, καὶ ἐκάλεσε πάντας τοὺς ἄρχοντας Μωὰβ, καὶ τοὺς στρατηγοὺς Ἀμμὼν, καὶ πάντας σατράπας τῆς παραλίας, 3 καὶ εἶπεν αὐτοῖς, ἀναγγείλατε δή μοι, υἱοὶ Χαναὰν, τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρεινῇ, καὶ τίνες ἃς κατοικοῦσι πόλεις; καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν, καὶ ἡ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπʼ αὐτῶν βασιλεὺς ἡγούμενος στρατηγίας αὐτῶν; 4 Καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλθεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς;
5 Καὶ εἶπε πρὸς αὐτὸν Ἀχιὼρ ὁ ἡγούμενος πάντων υἱῶν Ἀμμὼν, ἀκουσάτω δὴ ὁ κύριός μου λόγον ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ, ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην, πλησίον σοι οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου. 6 Ὁ λαὸς οὗτός εἰσιν ἀπογόνοι Χαλδαίων, 7 καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι τοῖς θεοῖς τῶν πατέρων αὐτῶν, οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων· 8 καὶ ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ τοῦ οὐρανοῦ, Θεῷ ᾧ ἐπέγνωσαν· καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν, καὶ ἔφυγον εἰς Μεσοποταμίαν, καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς.
9 Καὶ εἶπεν ὁ Θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν, καὶ πορευθῆναι εἰς γῆν Χαναάν· καὶ κατῴκησαν ἐκεῖ, καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσι πολλοῖς σφόδρα. 10 Καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψε γὰρ τὸ πρόσωπον τῆς γῆς Χαναὰν λιμὸς, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ γένους αὐτῶν. 11 Καὶ ἐπανέστη αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεσοφίσαντο αὐτοὺς ἐν πόνῳ καὶ ἐν πλίνθῳ, καὶ ἐταπείνωσαν αὐτοὺς, καὶ ἔθεντο αὐτοὺς εἰς δούλους.
12 Καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν αὐτῶν, καὶ ἐπάταξε πᾶσαν τὴν γῆν Αἰγύπτου πληγαῖς, ἐν αἷς οὐκ ἦν ἴασις· καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν. 13 Καὶ κατεξήρανεν ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν, 14 καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σινὰ, καὶ Κάδης Βαρνὴ, καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ.
15 Καὶ ᾤκησαν ἐν γῇ Ἀμοῤῥαίων, καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλόθρευσαν ἐν τῇ ἰσχύϊ αὐτῶν· καὶ διαβάντες τὸν Ἰορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινήν. 16 Καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χανανῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Ἰεβουσαῖον. καὶ τὸν Συχὲμ, καὶ πάντας τοὺς Γεργεσαίους, καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς.
17 Καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ Θεοῦ αὐτῶν, ἦν τὰ ἀγαθὰ μετʼ αὐτῶν, ὅτι Θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν. 18 Ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλοθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ Θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων.
19 Καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν Θεὸν αὐτῶν, ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, καὶ κατέσχον τὴν Ἱερουσαλὴμ, οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ, ὅτι ἦν ἔρημος, 20 καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ, καὶ ἁμαρτάνουσιν εἰς τὸν Θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅ, τι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα, καὶ ἐκπολεμήσομεν αὐτούς. 21 Εἰ δὲ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριός μου, μήποτε ὑπερασπίσῃ ὁ Κύριος αὐτῶν καὶ ὁ Θεὸς αὐτῶν ὑπὲρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς.
22 Καὶ ἐγένετο ὡς ἐπαύσατο Ἀχιὼρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσε πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς· καὶ εἶπαν οἱ μεγιστᾶνες Ὀλοφέρνου, καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωὰβ, συγκόψαι αὐτόν, 23 οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ἰσραήλ· ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστι δύναμις, οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν.
24 Διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωμα πάσης τῆς στρατιᾶς σου, δέσποτα Ὀλοφέρνη.
6 Καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρείας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων, καὶ πρὸς πάντας υἱοὺς Μωὰβ, 2 καὶ τίς εἶ σὺ, Ἀχιὼρ, καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραὶμ, ὅτι προεφήτευσας ἐν ἡμῖν καθὼς σήμερον, καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; 3 Οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ, καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ῥύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν· ἀλλʼ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν. 4 Κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν· καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λάλει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γὰρ, οὐ ματαιωθήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ.
5 Σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμὼν, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐκ Αἰγύπτου. 6 Καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου, καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω. 7 Καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν, καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων, 8 καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετʼ αὐτῶν. 9 Καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σον ὅτι οὐ λημφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου.
10 Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ, καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βετυλούα, καὶ πάραδοῦναὶ εἰς χεῖρας υἱῶν Ἰσραήλ. 11 Καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ, καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον, καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν, καὶ παρεγένοντο ἐπὶ τὰς πηγὰς αἳ ἦσαν ὑποκάτω Βετυλούα. 12 Καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν, καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ πᾶς ἀνὴρ σφενδονητὴς διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν, καὶ ἔβαλον ἐν λίθοις ἐπʼ αὐτούς. 13 Καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους, ἔδησαν τὸν Ἀχιὼρ, καὶ ἀφῆκαν ἐῤῥιμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους, καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.
14 Καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ, καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βετυλούα, καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν, 15 οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν, καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ, καὶ Χαρμὶς υἱὸς Μελχιήλ.
16 Καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως· καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν· καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν· καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός. 17 Καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ὀλοφέρνου, καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλοῤῥημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.
18 Καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ, καὶ ἐβόησαν λέγοντες, 19 κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανείας αὐτῶν, καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
20 Καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ, καὶ ἐπῄνεσαν αὐτὸν σφόδρα. 21 Καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ, καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις· καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.
7 Τῇ δʼ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πᾶσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βετυλούα, καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι, καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ. 2 Καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν, χιλιάδες ἀνδρῶν πεζῶν ἐκατὸν ἑβδομήκοντα, καὶ ἱππέων χιλιάδες δεκαδύο, χωρὶς τῆς ἀποσκευῆς, καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα. 3 Καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βετυλούα ἐπὶ τῆς πηγῆς, καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαῒμ καὶ ἕως Βελθὲμ, καὶ εἰς μῆκος ἀπὸ Βετυλούα ἕως Κυαμῶνος, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλώμ.
4 Οἱ δὲ υἱοὶ Ἰσραὴλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ, οὔτε αἱ φάραγγες, οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν. 5 Καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν, καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν, ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην. 6 Τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ὀλοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραὴλ οἳ ἦσαν ἐν Βετυλούᾳ, 7 καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν, καὶ τὰς πηγὰς τῶν ὑδάτων αὐτῶν ἐφώδευσε, καὶ προκατελάβετο αὐτὰς, καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ.
8 Καὶ προσελθόντες αὐτῷ πάντες οἱ ἄρχοντες τῶν υἱῶν Ἡσαῦ, καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ, καὶ οἱ στρατηγοὶ τῆς παραλίας, εἶπαν, 9 ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου. 10 Ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλʼ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.
11 Καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς, καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς. 12 Ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου, διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους, 13 διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βετυλούα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν ἑαυτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐταῖς εἰς προφυλακὴν, τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα. 14 Καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν· καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπʼ αὐτοὺς, καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν, 15 καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν, ἀνθʼ ὧν ἐστασίασαν, καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ.
16 Καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου, καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξαν ποιεῖν καθὼς ἐλάλησαν. 17 Καὶ ἀπῇρε παρεμβολὴ υἱῶν Ἀμμὼν, καὶ μετʼ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσούρ· καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι, καὶ προκατελάβοντο τὰ ὕδατα, καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ.
18 Καὶ ἀνέβησαν υἱοὶ Ἡσαῦ, καὶ οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαῒμ, καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς Νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐκρεβὴλ, ἥ ἐστι πλησίον Χοὺς, ἥ ἐστιν ἐπὶ τοῦ χειμάῤῥου Μοχμούρ· καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ, καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ, καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.
19 Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον Θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησε τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν, καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν. 20 Καὶ ἔμεινε κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσοὺρ, οἱ πεζοὶ καὶ τὰ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριακοντατέσσαρας· καὶ ἐξέλιπε πάντας τοὺς κατοικοῦντας Βετυλούα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων. 21 Καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν. 22 Καὶ ἠθύμησαν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης· καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως, καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.
23 Καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζίαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ, καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων, 24 κρίναι ὁ Θεὸς ἀναμέσον ἡμῶν καὶ ὑμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν· μεγάλην, οὐ λαλήσαντες εἰρηνικὰ μετὰ τῶν υἱῶν Ἀσσούρ. 25 Καὶ νῦν οὐκ ἔστι βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ Θεὸς εἰς τὰς χεῖρας αὐτῶν, τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ.
26 Καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς, καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου, καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ. 27 Κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν. 28 Μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν Θεὸν ἡμῶν, καὶ Κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον· 29 καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδὸν, καὶ ἐβόησαν πρὸς Κύριον τὸν Θεὸν φωνῇ μεγάλῃ.
30 Καὶ εἶπε πρὸς αὐτοὺς Ὀζίας, θαρσεῖτε ἀδελφοὶ, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει Κύριος ὁ Θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς· οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος. 31 Ἐὰν δὲ διέλθωσιν αὗται, καὶ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν. 32 Καὶ ἐσκόρπισε τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν· καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἐξαπέστειλε· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.
8 Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ἰουδὶθ, θυγάτηρ Μεραρὶ, υἱοῦ Ὢξ, υἱοῦ Ἰωσὴφ, υἱοῦ Ὀζιὴλ, υἱοὺ Ἑλκία, υἱοῦ Ἠλιοὺ, υἱοῦ Χελκίου, υἱοῦ Ἐλιὰβ, υἱοῦ Ναθαναὴλ, υἱοῦ Σαλαμιὴλ, υἱοῦ Σαρασαδαΐ, υἱοῦ Ἰσραήλ.
2 Καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσῆς, τῆς φυλῆς αὐτῆς, καὶ τῆς πατριᾶς αὐτῆς, καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν· 3 ἐπέστη γὰρ ἐπὶ τοῦ δεσμεύοντος τὸ δρᾶγμα ἐν τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην, καὶ ἐτελεύτησεν ἐν Βετυλούᾳ τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀναμέσον Δωθαῒμ καὶ Βελαμών.
4 Καὶ ἦν Ἰουδὶθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας. 5 Καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφῦν αὐτῆς σάκκον· καὶ ἦν ἐπʼ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. 6 Καὶ ἐνήστευε πάσας τὰς ἡμέρας χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων, καὶ σαββάτων, καὶ προνουμηνιῶν, καὶ νουμηνιῶν, καὶ ἑορτῶν, καὶ χαρμοσυνῶν οἴκου Ἰσραήλ. 7 Καὶ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελείπετο αὐτῇ Μανασσῆς ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ κτήνη καὶ ἀγροὺς, καὶ ἔμενεν ἐπʼ αὐτῶν. 8 Καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρὸν, ὅτι ἐφοβεῖτο τὸν Θεὸν σφόδρα.
9 Καὶ ἤκουσε τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὠλιγοψύχησαν ἐπὶ τῇ σπάνει τῶν ὑδάτων· καὶ ἤκουσε πάντας τοὺς λόγους Ἰουδὶθ οὓς ἐλάλησε πρὸς αὐτοὺς Ὀζίας, ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις. 10 Καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῆς, ἐκάλεσεν Ὀζίαν καὶ Χαβρὶν καὶ Χαρμὶν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς. 11 Καὶ ἦλθον πρὸς αὐτὴν, καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βετυλούᾳ· ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ ἐστήσατε τὸν ὅρκον ὃν ἐλαλήσατε ἀναμέσον τοῦ Θεοῦ καὶ ὑμῶν, καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ὑμῶν, ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ ὁ Κύριος βοηθῆσαι ἡμῖν. 12 Καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον, καὶ ἵστασθε ὑπὲρ τοῦ Θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων;
13 Καὶ νῦν Κύριον παντοκράτορα ἐξετάζετε, καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος· 14 ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε, καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ λήψεσθε, καὶ πῶς τὸν Θεὸν ὃς ἐποίησε τὰ πάντα ταῦτα, ἐρευνήσετε, καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε, καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε; μηδαμῶς, ἀδελφοὶ, μὴ παροργίζετε Κύριον τὸν Θεὸν ἡμῶν, 15 ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις, ἢ καὶ ὀλοθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν.
16 Ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς ἀπειληθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι. 17 Διόπερ ἀναμένοντες τὴν παρʼ αὐτοῦ σωτηρίαν, ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν, ἐὰν ᾖ αὐτῷ ἀρεστόν.
18 Ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν, οὐδε ἐστὶν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ, οὔτε πατριὰ, οὔτε δῆμος, οὔτε πόλις ἐξ ἡμῶν, οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις, καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις, 19 ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν, καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν. 20 Ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἐπέγνωμεν πλὴν αὐτοῦ· ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς, οὐδʼ ἀπὸ τοῦ γένους ἡμῶν.
21 Ὅτι ἐν τῷ ληφθῆναι ἡμᾶς, οὕτως καθήσεται πᾶσα ἡ Ἰουδαία, καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν, καὶ ζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ στόματος ἡμῶν, 22 καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν, καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς, καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ, καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς· 23 ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν. ἀλλʼ εἰς ἀτιμίαν θήσει αὐτὴν Κύριος ὁ Θεὸς ἡμῶν.
24 Καὶ νῦν ἀδελφοὶ ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν, καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρικται ἐφʼ ἡμῖν.
25 Παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν. 26 Μνήσθητε ὅσα ἐποίησε μετὰ Ἁβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ· 27 ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλʼ εἰς νουθέτησιν μαστιγοῖ Κύριος τοὺς ἐγγίζοντας αὐτῷ.
28 Καὶ εἶπε πρὸς αὐτὴν Ὀζίας, πάντα ὅσα εἶπας, ἀγαθῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου. 29 Ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλὰ ἀπʼ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστι τὸ πλάσμα τῆς καρδίας σου. 30 Ἀλλʼ ὁ λαὸς ἐδίψησε σφόδρα, καὶ ἠνάγκασαν ποιῆσαι ἡμᾶς καθὰ ἐλαλήσαμεν αὐτοῖς, καὶ ἀπαγαγεῖν ὅρκον ἐφʼ ἡμᾶς, ὃν οὐ παραβησόμεθα. 31 Καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ Κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι.
32 Καὶ εἶπε πρὸς αὐτοὺς Ἰουδὶθ, ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν. 33 Ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου, καὶ ἐν ταῖς ἡμέραις μεθʼ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν, ἐπισκέψεται Κύριος τὸν Ἰσραὴλ ἐν χειρί μου. 34 Ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου, οὐ γὰρ ἐρῶ ὑμῖν, ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ.
35 Καὶ εἶπεν Ὀζίας καὶ οἱ ἄρχοντες πρὸς αὐτὴν, πορεύου εἰς εἰρήνην, καὶ Κύριος ὁ Θεὸς ἔμπροσθέν σον εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν. 36 Καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς, ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν.
9 Ἰουδὶθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐγύμνωσεν ὃν ἐνεδιδύσκετο σάκκον· καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ἱερουσαλὴμ εἰς τὸν οἶκον τοῦ Θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης· καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδὶθ πρὸς Κύριον, καὶ εἶπε, 2 κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεὼν, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα, καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην, καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γὰρ, οὐχ οὕτως ἔσται, καὶ ἐποίησαν· 3 ἀνθʼ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον, καὶ τὴν στρωμνὴν αὐτῶν ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις, καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν· 4 καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν, καὶ θυγατέρας εἰς αἰχμαλωσίαν, καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου, καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν, καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν· ὁ Θεὸς ὁ Θεὸς ὁ ἐμὸς, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας.
5 Σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων, καὶ ἐκεῖνα, καὶ τὰ μετέπειτα, καὶ τὰ νῦν, καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης, 6 καὶ παρέστησαν ἃ ἐβουλεύσω, καὶ εἶπαν, ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει.
7 Ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφʼ ἵππῳ καὶ ἀναβάτῃ, ἐγανρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ, καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους· Κύριος ὄνομά σοι. 8 Σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου, καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου, καὶ καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.
9 Βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν· δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος, 10 πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπʼ ἄρχοντι, καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας. 11 Οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ Θεὸς, ἐλαττόνων εἶ βοηθὸς, ἀντιλήπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστὴς, ἀπηλπισμένων σωτήρ.
12 Ναὶ ναὶ ὁ Θεὸς τοῦ πατρὸς μοὺ, καὶ Θεὸς κληρονομίας Ἰσραὴλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου, 13 καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου, καὶ οἴκου ἡγιασμένου σου, καὶ κορυφῆς Σιὼν, καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.
14 Καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου, καὶ πάσης φυλῆς ἐπίγνωσιν, τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ Θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ἰσραὴλ, εἰ μὴ σύ.
10 Καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν Θεὸν Ἰσραὴλ, καὶ συνετέλεσε πάντα τὰ ῥήματα ταῦτα, 2 καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσε τὴν ἅβραν αὐτῆς, καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων, καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς, 3 καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς, καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι, καὶ ἐχρίσατο μύρῳ παχεῖ, καὶ διέταξε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς, καὶ ἐπέθετο μίτραν ἐπʼ αὐτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ· 4 καὶ ἔλαβε σανδάλια εἰς τοὺς πόδας αὐτῆς, καὶ περιέθετο τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τοὺς δακτυλίους, καὶ τὰ ἐνώτια, καὶ πάντα τὸν κόσμον αὐτῆς· καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν.
5 Καὶ ἔδωκε τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου, καὶ καμψάκην ἐλαίου, καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν, καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς, καὶ ἐπέθηκεν ἐπʼ αὐτῇ. 6 Καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βετυλούα, καὶ εὕροσαν ἐφεστῶτας ἐπʼ αὐτῇς Ὀζίαν, καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβρὶν καὶ Χαρμίν.
7 Ὡς δὲ εἶδον αὐτὴν, καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς, καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα, καὶ εἶπαν αὐτῇ, 8 ὁ Θεὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν, καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ἱσραὴλ καὶ ὕψωμα Ἰερουσαλήμ· καὶ προσεκύνησε τῷ Θεῷ,
9 Καὶ εἶπε πρὸς αὐτοὺς, ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετʼ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησαν.
10 Καὶ ἐποίησαν οὕτως· καὶ ἐξῆλθεν Ἰουδὶθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετʼ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθε τὸν αὐλῶνα, καὶ οὐκ ἔτι ἐθεώρουν αὐτήν. 11 Καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων. 12 Καὶ συνέλαβον αὐτὴν, καὶ ἐπηρώτησαν, τίνων εἶ; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπε, θυγάτηρ εἰμὶ τῶν Ἑβραίων, καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσι δίδοσθαι ὑμῖν εἰς κατάβρωμα. 13 Κᾀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν, τοῦ ἀναγγεῖλαι ῥήματα ἀληθείας, καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθʼ ἣν πορεύσεται, καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία, οὐδὲ πνεῦμα ζωῆς.
14 Ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς, καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς, καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα, καὶ εἶπαν πρὸς αὐτὴν, 15 σέσωκας τὴν ψυχήν σου, σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφʼ ἡμῶν προπέμψουσί σε ἕως παραδώσουσί σε εἰς τὰς χεῖρας αὐτοῦ. 16 Ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εὖ σε ποιήσει.
17 Καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν, καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου. 18 Καὶ ἐγένετο συνδρομὴ ἐν πὰσῃ τῇ παρεμβολῇ· διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτὴν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ὀλοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς. 19 Καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ἰσραὴλ ἀπʼ αὐτῆς· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν· 20 καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ὀλοφέρνῃ, καὶ πάντες οἱ θεράποντες αὐτοῦ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν.
21 Καὶ ἦν Ὀλοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπείῳ, ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων. 22 Καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ. 23 Ὡς δὲ ἦλθε κατὰ πρόσωπον αὐτοῦ Ἰουδὶθ, καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ.
11 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, θάρσησον γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς. 2 Καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπʼ αὐτοὺς, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα. 3 Καὶ νῦν λέγε μοι, τίνος ἕνεκεν ἀπέδρας ἀπʼ αὐτῶν, καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ, καὶ εἰς τὸ λοιπόν. 4 Οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλʼ εὖ σε ποιήσει, καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ.
5 Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ. 6 Καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεὸς, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ.
7 Ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς, καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ, καὶ πάντα τὸν οἶκον αὐτοῦ. 8 Ἠκούσαμεν γὰρ τὴν σοφίαν σου, καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ, ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ, καὶ δυνατὸς ἐν ἐπιστήμῃ, καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου.
9 Καὶ νῦν ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἐν τῇ συνεδρείᾳ σου, ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βετυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὅσα ἐξελάλησε παρὰ σοί. 10 Διὸ, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ῥομφαία ἐπʼ αὐτοὺς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν.
11 Καὶ νῦν ἵνα μὴ γένηται ὁ κύριός μου εκβολος καὶ ἄπρακτος, καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν. 12 Ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα, καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν, καὶ πάντα ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι. 13 Καὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν Ἱερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶ καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ. 14 Καὶ ἀπεστάλκασιν εἰς Ἱερουσαλὴμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετοικίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας. 15 Καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
16 Ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα, ἀπέδρων ἀπὸ προσώπου αὐτῶν· καὶ ἀπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφʼ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά. 17 Ὅτι ἡ δούλη σου θεοσεβής ἐστι, καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν Θεόν· καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν· 18 καὶ ἐλθοῦσα προσανοίσω σοι· ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν. 19 Καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας, ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἱερουσαλήμ· καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν· καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου, καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.
20 Καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὀλοφέρνου, καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς, καὶ εἶπαν, 21 οὐκ ἔστι τοιαύτη γυνὴ ἀπʼ ἄκρου ἕως ἄκρου τῆς γῆς, καλῷ προσώπῳ καὶ συνέσει λόγων. 22 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, εὖ ἐποίησεν ὁ Θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ, τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος· ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου, ἀπώλειαν. 23 Καὶ νῦν ἀστεῖα εἶ σὺ ἐν τῷ εἴδει σου, καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ Θεός σου ἔσται μου Θεὸς, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονόσορ καθήσῃ, καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
12 Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα, καὶ αὐτοῦ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ, καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
2 Καὶ εἶπεν Ἰουδὶθ, οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. 3 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστι μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου.
4 Καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτὸν, ζῇ ἡ ψυχη σου, κύριέ μου, ὅτι οὐ δαπανήσι ἡ δούλη σου τὰ ὄντα μετʼ ἐμοῦ, ἕως ἂν ποιήσῃ Κὺριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.
5 Καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνὴν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακὴν, 6 καὶ ἀπέστειλε πρὸς Ὀλοφέρνην, λέγουσα, ἐπιταξάτω δὴ ὁ κύριός μου, ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.
7 Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν· καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βετυλούα, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. 8 Καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ Ἰσραὴλ κατευθύναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστεμα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ. 9 Καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
10 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. 11 Καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἀφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν ἥ ἐστι παρὰ σοὶ, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς, καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν. 12 Ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.
13 Καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ εἶπε, μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου, δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ.
14 Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου. 15 Καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προσῆλθεν ἡ δούλη αὐτῆς, καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν.
16 Καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπʼ αὐτὴν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετʼ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν, ἀφʼ ἧς ἡμέρας εἶδεν αὐτήν.
17 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, πίε δὴ, καὶ γενήθητι μεθʼ ἡμῶν εἰς εὐφροσύνην. 18 Καὶ εἶπεν Ἰουδὶθ, πίομαι δὴ, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. 19 Καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.
20 Καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπʼ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφʼ οὗ ἐγεννήθη.
13 Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον. 2 Ὑπελείφθη δὲ Ἰουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος.
3 Καὶ εἶπεν Ιουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς, καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθʼ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ῥήματα ταῦτα.
4 Καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ἰουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ, εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἱερουσαλήμ· 5 ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου, καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου, εἰς θραῦμα ἔχθρων οἳ ἐπανέστησαν ἡμῖν.
6 Καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου, καθεῖλε τὸν ἀκινάνην αὐτοῦ ἀπʼ αὐτοῦ. 7 Καὶ ἐγγίσασα τῆς κλίνης, ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, καὶ εἶπε, κραταίωσόν με, ὁ Θεὸς Ἰσραὴλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ·
8 Καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς, καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπʼ αὐτοῦ, 9 καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς, καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων· καὶ μετʼ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου. 10 Καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς, καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν, ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην, καὶ προσανέβησαν τὸ ὄρος Βετυλούα, καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.
11 Καὶ εἶπεν Ἰουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν, ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθʼ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν, ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ καὶ κράτος κατὰ τῶν ἐχθρων, καθὰ καὶ σήμερον ἐποίησε.
12 Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν· καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως. 13 Καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτὴν, καὶ ἤνοιξαν, τὴν πύλην, καὶ ὑπεδέξαντο αὐτάς· καὶ ἅψαντες πῦρ εἰς φαῦσιν, περιεκύκλωσαν αὐτάς.
14 Ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ, αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεὸν ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραὴλ, ἀλλʼ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ. 15 Καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας, ἔδειξε, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσοὺρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας. 16 Καὶ ζῇ Κύριος ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετʼ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.
17 Καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα, καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδὸν, εὐλογητὸς εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου. 18 Καὶ εἶπεν αὐτῇ Ὀζίας, εὐλογητὴ σὺ, θυγάτηρ τῷ Θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεὸς, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν, 19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος. 20 Καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον, τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθʼ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλʼ ἐπεξῆλθες πτώματι ἡμῶν, ἐπʼ εὐθείαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν· καὶ εἶπαν πᾶς ὁ λαός, γένοιτο, γένοιτο.
14 Καὶ εἶπε πρὸς αὐτοὺς Ἰουδὶθ, ἀκούσατε δή μου, ἀδελφοὶ, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην, κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν.
2 Καὶ ἔσται ἡνίκα ἂν διαφαύσῃ ὁ ὄρθρος, καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν, καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως, καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς, ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ἀσσοὺρ, καὶ οὐ καταβήσεσθε. 3 Καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν, πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσοὺρ, καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ οὐχ εὑρήσουσιν αὐτὸν, καὶ ἐπιπεσεῖται ἐπʼ αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν. 4 Καὶ ἐπακολουθήσαντες ὑμεῖς, καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ἰσραὴλ, καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν. 5 Πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα, καλέσατέ μοι Ἀχιὼρ τὸν Ἀμμανίτην, ἵνα ἰδὼν ἐπιγνῷ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς.
6 Καὶ ἐκάλεσαν τὸν Ἀχιὼρ ἐκ τοῦ οἴκου Ὀζία· ὡς δὲ ἦλθε, καὶ εἶδε τὴν κεφαλὴν Ὀλοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ.
7 Ὡς δὲ ἀνέλαβον αὐτὸν, προσέπεσε τοῖς ποσὶν Ἰουδὶθ, καὶ προσεκύνησε τῷ προσώτῳ αὐτῆς, καὶ εἶπεν, εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα, καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται. 8 Καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις· καὶ ἀπήγγειλεν αὐτῷ Ἰουδὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα ὅσα ἦν πεποιηκυῖα, ἀφʼ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς. 9 Ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ, καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν.
10 Ἰδὼν δὲ Ἀχιὼρ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἐπίστευσε τῷ Θεῷ σφόδρα, καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, καὶ προσετέθη πρὸς τὸν οἶκον Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης.
11 Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ὀλοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβε πᾶς ἀνὴρ Ἰσραὴλ τὰ ὅπλα αὐτοῦ, καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους.
12 Οἱ δὲ υἱοὶ Ἀσσοὺρ, ὡς εἶδον αὐτοὺς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν·
13 Καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ, ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφʼ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολοθρευθῶσιν εἰς τέλος.
14 Καὶ εἰσῆλθε Βαγώας, καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδίθ. 15 Ὡς δὲ οὐδεὶς ἐπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα, καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐῤῥιμεμένον νεκρὸν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπʼ αὐτοῦ. 16 Καὶ ἐβόησε φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ.
17 Καὶ εἰσῆλθεν εἰς τὴν σκηνὴν οὗ ἦν Ἰουδὶθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν, κράζων, 18 ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἑβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονόσορ, ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπʼ αὐτῷ. 19 Ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσοὺρ, τοὺς χιτῶνας αὐτῶν διέῤῥηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.
15 Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός· 2 καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλʼ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς. 3 Καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βετυλούα καὶ ἐτράπησαν εἰς φυγήν· καὶ τότε οἱ υἱοὶ Ἰσραὴλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπʼ αὐτούς.
4 Καὶ ἀπέστειλεν Ὀζίας εἰς Βαιτομασθαῒμ, καὶ Χωβαῒ, καὶ Χωλὰ, καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ, τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων, καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν. 5 Ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπʼ αὐτοὺς, καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ἱερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς· ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν, καὶ τὰ ὅρια αὐτῆς.
6 Οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βετυλούα, ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ, καὶ ἐπρονόμευσαν αὐτοὺς, καὶ ἐπλούτησαν σφόδρα. 7 Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς, ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρείνῃ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων· ἦν γὰρ πλῆθος πολὺ σφόδρα.
8 Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθὰ ἃ ἐποίησε Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδὶθ, καὶ λαλῆσαι μετʼ αὐτῆς εἰρήνην. 9 Ὡς δὲ εἰσῆλθον πρὸς αὐτὴν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν, καὶ εἶπαν πρὸς αὐτὴν, σὺ ὕψωμα Ἰσραὴλ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραὴλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν. 10 Ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ· καὶ εὐδοκήσαι ἐπʼ αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον· καὶ εἶπε πᾶς ὁ λαὸς, γένοιτο.
11 Καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφʼ ἡμέρας τριάκοντα, καὶ ἔδωκαν τῇ Ἰουδὶθ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ πάντα τὰ ἀργυρώματα, καὶ τὰς κλίνας καὶ τὰ ὅλκια· καὶ πάντα τὰ σκευάσματα αὐτοῦ· καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς, καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς, καὶ ἐσώρευσεν αὐτὰ ἐπʼ αὐτῶν.
12 Καὶ συνέδραμε πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτὴν, καὶ εὐλόγησαν αὐτήν· καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν· καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς, καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετʼ αὐτῆς, 13 καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὕτη καὶ αἱ μετʼ αὐτῆς· καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν.
16 Καὶ ἐξῆρχεν Ἰουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραὴλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην·
2 Καὶ εἶπεν Ἰουδὶθ,
Ἐξάρχετε τῷ Θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ Κυρίῳ μου ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καινὸν, ὑψοῦτε καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ. 3 ὅτι Θεὸς συντρίβων πολέμους Κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς τῶν καταδιωκόντων με.
4 Ἦλθεν Ἀσσοὺρ ἐξ ὀρέων ἀπὸ βοῤῥᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξε χειμάῤῥους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψε βουνούς. 5 Εἶπεν ἐμπρήσειν τὰ ὅριά μου, καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ, καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος, καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν, καὶ τὰς παρθένους μου σκυλεῦσαι.
6 Κύριος Παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας. 7 Οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ Τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ Ἰουδὶθ θυγάτηρ Μεραρεὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν. 8 Ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν Ἰσραήλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ, καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ, καὶ ἔλαβε στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ. 9 Τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισε ψυχὴν αὐτοῦ· διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ.
10 Ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐῤῥάχθησαν. 11 Τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου, καὶ ἐπτοήθησαν· ὕψωσαν τὴν φωνὴν αὐτῶν, καὶ ἀνετράπησαν. 12 Υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς, καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς· ἀπώλοντο ἐκ παρατάξεως Κυρίου μου.
13 Ὑμνήσω τῷ Θεῷ μου ὕμνον καινόν· Κύριε, μέγας εἶ, καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύϊ, ἀνυπέρβλητος. 14 Σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου, ὅτι εἶπας, καὶ ἐγενήθησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησε· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου. 15 Ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασι σαλευθήσεται, πέτραι δὲ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται, ἐπὶ δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύεις αὐτοῖς. 16 Ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν Κύριον, μέγας διαπαντός.
17 Οὐαὶ ἔθνεσιν ἐπανισταμένοις τῷ γένει μου· Κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως, δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος.
18 Ὡς δὲ ἤλθοσαν εἰς Ἱερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ· καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαὸς, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰ ἑκουσία αὐτῶν, καὶ τὰ δόματα.
19 Καὶ ἀνέθηκεν Ἰουδὶθ πάντα τὰ σκεύη Ὀλοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνωπεῖον ὃ ἔλαβεν αὕτς ἐκ τοῦ κοιτῶνος αὐτοῦ, εἰς ἀνάθημα τῷ Θεῷ ἔδωκε.
20 Καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ἱερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ἰουδὶθ μετʼ αὐτῶν κατέμεινε.
21 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ· καὶ Ἰουδὶθ ἀπῆλθεν εἰς Βετυλούα, καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ. 22 Καὶ πολλοὶ ἐπεθύμησαν αὐτὴν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφʼ ἧς ἡμέρας ἀπέθανε Μανασσῆς ὁ ἀνὴρ αὐτῆς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
23 Καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα· καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε, καὶ ἀφῆκε τὴν ἅβραν αὐτῆς ἐλευθέραν, καὶ ἀπέθανεν εἰς Βετυλούα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ. 24 καὶ ἐπένθησεν αὐτὴν οἶκος Ἰσραὴλ ἡμέρας ἑπτά· καὶ διεῖλε τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν, πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς, καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς. 25 Καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ἰσραὴλ ἐν ταῖς ἡμέραις Ἰουδὶθ, καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν, ἡμέρας πολλάς.