Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX PSA

PSA - Brenton Greek Text

ΨΑΛΜΟΙ

1ΜΑΚΑΡΙΟΣ ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν· οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. 2ʼΑλλʼ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 3Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.

4Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλʼ ἢ ὡς ὁ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. 6Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

2Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 3Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

4Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, 7διαγγέλλων τὸ πρόσταγμα Κυρίου· Κύριος εἶπε πρὸς μὲ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. 8Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 9Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.

10Καὶ νῦν βασιλεῖς σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. 11Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 12Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας· ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.

3Ψαλμὸς τῷ Δαυὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.

2Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ. 3Πολλοὶ λέγουσι τῇ ψυχῇ μου, οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ· διάψαλμα.

4Σὺ δὲ Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. 5Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ· διάψαλμα. 6Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 7Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ ἐπιτιθεμένων μοι. 8Ἀνάστα Κύριε, σῶσόν με ὁ Θεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

4Εἰς τὸ τέλος, ἐν ψαλμοῖς ᾠδὴ τᾠ Δαυίδ.

2Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

3Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 4Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε· διάψαλμα. 6Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.

7Πολλοὶ λέγουσι, τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. 8Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ Κύριε κατὰ μόνας ἐπʼ ἐλπίδι κατῴκισάς με.

5Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης, ψαλμὸς τῷ Δαυίδ.

2Τὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῆς κραυγῆς μου, 3πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου· ὅτι πρὸς σὲ προσεύξομαι Κύριε, 4τοπρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· τοπρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι. 5Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐδὲ παροικησει σοι πονηρευόμενος, 6οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας Κύριε πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, 7ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. 8Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέου σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

9Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. 10Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 11Κρίνον αὐτοὺς ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε Κύριε.

12Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς· καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου, 13ὅτι σὺ εὐλογήσεις δίκαιον Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

6Εἰς τὸ τέλος, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.

2Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. 4Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σὺ Κύριε ἕως πότε; 5Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, 6ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; 7Ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. 8Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.

9Ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. 10Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. 11Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.

7Ψαλμὸς τῷ Δαυὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.

2Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, 3μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.

4Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, 5εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· 6Καταδιώξαι ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι· διάψαλμα.

7Ἀνάστηθι Κύριε ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου· ἐξεγέρθητι Κύριε ὁ Θεός μου ἐν προστάγματι ᾧ ἐνετείλω, 8καὶ συναγωγὴ λαῶν κυκλώσει σε· καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 9Κύριος κρινεῖ λαούς· κρίνον με Κύριε κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπʼ ἐμοί. 10Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.

11Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. 12Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, μὴ ὀργὴν ἐπάγων καθʼ ἑκάστην ἡμέραν. 13Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. 14Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.

15Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. 16Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. 17Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 18Ἐξομολογήσομαι Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.

8Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.

2Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

4Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· 5Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 6Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, 7καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 8πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 9τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 10Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ;

9Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυίδ.

2Ἐξομολογήσομαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 3Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῷ ὀνόματί σου ὕψιστε.

4Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. 5Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. 6Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 7Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου, 8καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, 9καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. 10Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψει. 11Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε Κύριε.

12Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. 13Ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.

14Ἐλέησόν με Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου· 15Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.

16Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν. 17Γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός· ᾠδὴ διαψάλματος. 18Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. 19Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα. 20Ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. 21Κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἀνθρωποί εἰσι· διάψαλμα.

22Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; 23Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχὸς, συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται. 24Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. 25Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλὸς, κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. 26Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. 27Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. 28Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. 29Ἐγκάθηται ἔνεδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν. 30Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· ἐν τῇ παγίδι αὐτοῦ 31ταπεινώσει αὐτὸν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. 32Εἶπε γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.

33Ἀνάστηθι Κύριε ὁ Θεὸς, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων. 34Ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, οὐ ζητήσει. 35Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. 36Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ.

37Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ. 38Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου· 39Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.

10Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ.

Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 2Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3Ὅτι ἃ κατηρτίσω καθεῖλον, ὁ δὲ δίκαιος τί ἐποίησε;

4Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· 5Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ.

11Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ.

2Σῶσον με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 3Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. 4Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα· 5Τοὺς εἰπόντας, τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;

6Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. 7Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. 8Σὺ Κύριε φυλάξεις ἡμᾶς· καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. 9Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

12Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; 2Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ; 3Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· 4μή ποτε εἴποι ὁ ἐχθρός μου, ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.

5Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου. 6Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.

13Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός· διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 2Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. 3Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

4Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. 5Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. 6Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. 7Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσθω Ἰακὼβ, καὶ εὐφρανθήτω Ἰσραήλ.

14Ψαλμὸς τῷ Δαυίδ.

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;

2Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· 3Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· 4Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἐθετῶν· 5Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπʼ ἀθώοις οὐκ ἔλαβεν· ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

15Στηλογραφία τῷ Δαυίδ.

Φύλαξον με Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 3Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 4Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοι ἐστίν.

7Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με, ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. 9Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· 10Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

16Προσευχὴ τοῦ Δαυίδ.

Εἰσάκουσον Κύριε τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου· ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. 2Ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. 3Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία· 4ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου. Τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. 5Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.

6Ἐγὼ ἐκεκραξα, ὅτι ἐπήκουσας μου ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. 7Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου, 8φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, 9ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με· οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. 10Τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. 11Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτὼν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. 12Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. 13Ἀνάστηθι Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτοὺς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου 14ἀπὸ ἐχθρῶν τῆς χειρός σου· Κύριε ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.

15Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.

17Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυὶδ, ἃ ἐλάλησε τῷ Κυρίῳ, τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν,

2Αγαπήσω σε, Κύριε ἰσχύς μου. 3Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπʼ αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. 4Αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. 6Ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.

7Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου. καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.

8Καὶ ἐσαλεύθη, καὶ ἔντρόμος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. 9Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ. 10Καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. 11Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. 12Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. 13Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. 14Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. 15Καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. 16Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου Κύριε, ἀπὸ ἐνπνεύσεως πνεύματος ὀργῆς σου.

17Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. 18Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. 19Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. 20Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με. 21Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. 22Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. 23Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπʼ ἐμοῦ. 24Καὶ ἔσομαι ἄμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

26Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ· 27Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 28Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. 29Ὅτι σὺ φωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου. 30Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 31Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν. 32Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;

33Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· 34ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με· 35Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, 36καὶ ἔδωκάς με ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. 37Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. 38Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν. 39Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταένους ἐπʼ ἐμὲ ὑποκάτω μου. 41Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. 42Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουεν αὐτῶν. 43Καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. 44Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, 45εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 46υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.

47Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. 48Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμὲ, 49ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων· ἀπὸ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με. 50Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. 51Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

18Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 3Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 4Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· 5Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· 6ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 7Ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.

8Ὁ νόμος τοῦ Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. 9Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. 10Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό· 11Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 12Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

13Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, 14καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 15Καὶ ἔσονται εἰς εὐδοκίαν τὸ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διαπαντός· Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.

19Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. 3Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 4Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω· διάψαλμα. 5Δῴη σοι κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 6Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.

7Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 8Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 9Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 10Κύριε σῶσον τὸν βασιλέα καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

20Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 3Τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν· διάψαλμα. 4Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. 5Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 6Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτόν. 7Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 8Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.

9Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 10Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου, Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. 11Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. 12Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι. 13Ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου, ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. 14Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

21Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαυίδ.

2Ὁ Θεός ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. 3Ο Θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.

4Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. 5Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. 6Πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. 7Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. 8Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, 9ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. 10Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, 11ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.

12Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. 13Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. 14Ἤνοιξαν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. 15Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. 16Ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. 17Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου, καὶ πόδας, 18ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. 19Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

20Σὺ δὲ Κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες. 21Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. 22Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.

23Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. 24Οἱ φοβούμενοι Κύριον αἰνέσατε αὐτὸν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτὸν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. 25Οτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπʼ ἐμοῦ· καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. 26Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.

27Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. 28Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. 29Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. 30Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 31καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· 32Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

22Ψαλμὸς τῷ Δαυίδ.

Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. 2Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· 3Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. 5Ἡτοίμασας ἐνώπίον μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον. 6Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

23Ψαλμὸς τῷ Δαυὶδ τῆς μιᾶς σαββάτου.

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 2Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελιώσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

3Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 5Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. 6Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. διάψαλμα.

7Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 8Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. 9Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 10Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης.

24Ψαλμὸς τῷ Δαυίδ.

Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου. 2Ὁ Θεός μου ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην· μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου, 3καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. 4Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. 5Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 6Μνήσθητι τῶν οἰκτιρμῶν σου Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσίν. 7Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητος σου, Κύριε.

8Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 9Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ. 10Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 11Ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι. 12Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 13Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 14Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.

15Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 16Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 17Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· 18Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. 19Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. 20Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 21Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. 22Λύτρωσαι ὁ Θεὸς τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

25Τοῦ Δαυίδ.

Κρίνον με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ. 2Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.

3Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. 4Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· 5Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. 6Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε· 7Τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. 8Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. 9Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, 10ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. 11Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην, λύτρωσαί με καὶ ἐλέησόν με. 12Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε Κύριε.

26Τοῦ Δαυὶδ, πρὸ τοῦ χρισθῆναι.

Κύριος φωτισμός μου καὶ σώτηρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; 2Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. 3Ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιζω. 4Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. 5Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκῆνης αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με, 6καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπʼ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ·

7Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα, ἐλέησόν με, καὶ εἰσάκουσόν μου. 8Σοὶ εἶπεν ἡ καρδία μου, ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου Κύριε ζητήσω. 9Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἐγκαταλίπῃς με, καὶ μὴ ὑπερίδῃς με ὁ Θεὸς ὁ σωτήρ μου. 10Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με. 11Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. 12Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

13Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. 14Ὑπόμεινον τὸν Κυριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

27Τοῦ Δαυίδ.

Πρὸς σὲ Κύριε ἐκέκραξα, ὁ Θεός μου μὴ παρασιωπήσῃς ἐπʼ ἑμοὶ, μήποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 2Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου εἰς ναὸν ἅγιόν σου. 3Μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. 4Δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. 5Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.

6Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. 7Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπʼ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. 8Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι.

9Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.

28Ψαλμὸς τῷ Δαυὶδ ἐξοδίου σκηνῆς.

Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, 2ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

3Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. 4Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. 5Φωνὴ Κυρίου συντρίβοντος κέδρους, συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, 6Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. 8Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συνσσείσει Κύριος τὴν ἔρημον Κάδης. 9Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 10Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 11Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

29Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυίδ.

2Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπʼ ἐμέ. 3Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· 4Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

5Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. 6Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τοεσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τοπρωῒ ἀγαλλίασις.

7Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. 8Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. 9Πρὸς σὲ Κύριε κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. 10Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; 11Ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου. 12Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διεῤῥήξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην· 13ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

30Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ, ἐκστάσεως.

2Ἐπὶ σοὶ Κύριε ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. 3Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τὰχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. 4Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με. 5Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. 6Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με Κύριε ὁ Θεὸς τῆς ἀληθέιας. 7Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. 8Ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. 9Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.

10Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. 11Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. 12Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπʼ ἐμοῦ· 13Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλὸς, 14ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ συναχθῆναι αὐτοὺς ἅμα ἐπʼ ἐμὲ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.

15Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα, σὺ εἶ ὁ Θεός μου, 16ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. 17Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. 18Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου. 19Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.

20Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε; ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. 21Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. 22Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. 23Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· διὰ τοῦτο εἰσήκουσας, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

24Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. 25Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.

31Συνέσεως τῷ Δαυίδ.

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. 2Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.

3Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. 4Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπʼ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν· διάψαλμα. 5Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα, ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· διάψαλμα. 6Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. 7Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με, τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· διάψαλμα.

8Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. 9Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. 10Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. 11Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

32Τῷ Δαυίδ.

Ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. 2Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 3Ἄσατε αὐτῷ ᾆσμα καινὸν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.

4Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. 5Ἀγαπᾷ ἐγεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. 6Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. 7Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. 8Φόβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. 9Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. 10Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. 11Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. 12Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. 13Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. 14Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 15Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. 16Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. 17Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.

18Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, 19ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 20Ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. 21Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. 22Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

33Τῷ Δαυὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν.

2Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 3Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς καὶ εὐφρανθήτωσαν. 4Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπιτοαυτό.

5Ἐξεζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐῤῥύσατό με· 6Προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ· 7Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. 8Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. 9Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπʼ αὐτόν. 10φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 11Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· διάψαλμα.

12Δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. 13Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; 14Παῦσον τὴν γνῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 15Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.

16Οφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· 17Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 18Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. 19Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 20Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς 21ὁ Κύριος. Φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. 22Θάνατος ἁμαρτωλῶν πονηρὸς, καὶ οἱ μισοῦντες τὸ δίκαιον πλημμελήσουσι. 23Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.

34Τῷ Δαυίδ.

Δικάσον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 2Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι. 3Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι. 4Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά. 5Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. 6Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. 7Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.

8Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. 9Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. 10Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.

11Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. 12Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 13Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. 14Ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάξων οὕτως ἐταπεινούμην. 15Καὶ κατʼ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ οὐ κατενύγησαν. 16Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμὸν, ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.

17Κύριε πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. 18Ἐξομολογήσομαί σοι καὶ ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 19Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς. 20Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο. 21Καὶ ἐπλάτυναν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν, εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.

22Εἶδες Κύριε, μὴ παρασιωπήσῃς, Κύριε μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. 23Ἐξεγέρθητι Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου. 24Κρῖνόν με Κύριε κατὰ τὴν δικαιοσύνην σου Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. 25Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν, εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν, κατεπίομεν αὐτόν. 26Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμέ. 27Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντὸς, μεγαλυνθείη ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 28Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

35Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ Δαυίδ.

2Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. 3Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. 4Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. 5Ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισε.

6Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. 7Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε. 8Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. 9Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. 10Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

11Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. 12Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με·

13Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.

36Τῷ Δαυίδ.

Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. 2Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. 3Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. 4Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. 5Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, καὶ αὐτὸς ποιήσει. 6Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.

7Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. 8Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμὸν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι. 9Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν. 10Καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλὸς, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. 11Οἱ δὲ πρᾳεῖς κληρονομήσουσι γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.

12Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπʼ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. 13Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέτει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. 14Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. 15Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείη.

16Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. 17Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.

18Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται. 19Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται· 20Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. 21Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. 22Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.

23Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. 24Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. 25Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. 26Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.

27Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. 28Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄμωμοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. 29Δίκαιοι δὲ κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπʼ αὐτῆς.

30Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. 31Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. 32Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. 33Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσαι αὐτὸν, ὅταν κρίνηται αὐτῷ. 34Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν· ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς, ὄψει.

35Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· 36Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. 37Φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. 38Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπιτοαυτὸ, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται· 39Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. 40Καὶ βοηθήσει αὐτοῖς Κύριος, καὶ ῥύσεται αὐτοὺς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν, καὶ σώσει αὐτοὺς; ὅτι ἤλπισαν ἐπʼ αὐτόν.

37Φαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου.

2Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.

4Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. 6Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. 7Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 8Ὅτι ἡ ψυχή μου ἐπλησθη ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. 9Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.

10Καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου οὐκ ἀπεκρύβη ἀπὸ σοῦ. 11Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστι μετʼ ἐμοῦ. 12Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν, 13καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· 15Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

16Ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου. 17Ὅτι εἶπα, μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. 18Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. 19Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 20Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. 21Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. 22Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. 23Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.

38Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺν ᾠδὴ τῷ Δαυίδ.

2Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. 3Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. 4Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃ μου,

5Γνώρισόν μοι Κύριε τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. 6Ἰδοὺ παλαιὰς ἔθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· διάψαλμα. 7Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.

8Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστι· διάψαλμα. 9Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με. 10Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με. 11Ἀπόστησον ἀπʼ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 12Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον· καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος· διάψαλμα.

13Εἰσάκουσον τῆς προσευχῆς μου Κύριε καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. 14Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω.

39Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.

2Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. 3Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. 4Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. 5Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.

6Πολλὰ ἐποίησας σὺ Κύριε ὁ Θεός μου τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. 7Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. 8Τότε εἶπον, ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, 9τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός μου ἠβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου. 10Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως 11τὴν δικαιοσύνην μου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.

12Σὺ δέ Κύριε μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπʼ ἐμοῦ, τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντελάβοντό μου. 13Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνάσθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. 14Εὐδόκησον Κύριε τοῦ ῥύσασθαί με, Κύριε εἰς τὸ βοηθῆσαί μοι πρόσχες. 15Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξάραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά. 16Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν, οἱ λέγοντές μοι, εὖγε, εὖγε. 17Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε Κύριε· καὶ εἰπάτωσαν διαπαντὸς, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 18Ἐγὼ δὲ πτωχὸς καὶ πένης εἰμὶ, Κύριος φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σὺ ὁ Θεός μου, μὴ χρονίσῃς.

40Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2Μακαρίος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. 3Κύριος φυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ. 4Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.

5Ἐγὼ εἶπα, Κύριε ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 6Οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; 7Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει 8ἐπὶ τὸ αὐτό. Κατʼ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατʼ ἐμοῦ ἐλογίζοντο κακά μοι. 9Λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ, μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; 10Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφʼ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.

11Σὺ δὲ Κύριε ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. 12Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ. 13Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. 14Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.

41Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.

2Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός. 3Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; 4Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου; 5Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων.

6Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου,

7Ὁ Θεός μου· πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἐρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. 8Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου· πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον. 9Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει· παρʼ ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου, 10ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου; ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 11Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθʼ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου;

12Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, ἡ σωτηρία τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.

42Ψαλμὸς τῷ Δαυίδ.

Κρίνον με ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου, ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. 2Ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου, ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 3Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. 4Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ Θεὸς ὁ Θεός μου.

5Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, ὁ Θεός μου.

43Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός.

2Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμεραίς ἀρχαίαις. 3Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτοὺς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. 4Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλὰ ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς.

5Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. 6Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. 7Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. 8Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. 9Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. διάψαλμα.

10Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. 11Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. 12Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς· 13Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. 14Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν. 15Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. 16Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, 17ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.

18Ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. 19Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. 20Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. 21Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, 22οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. 23Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

24Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. 25Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; 26Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. 27Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

44Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

2Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. 3Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

4Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, 5καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας καὶ πρᾳΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. 6Τὰ βέλη σου ἠκονημένα δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

7Ὁ θρόνος σου ὁ Θεὸς εἰς αἰῶνα αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 8Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

9Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε 10θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. 11Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. 12Ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου. 13Καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις, τὸ πρόσωπόν σου λιτανεῦσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.

14Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη· 15ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. 16Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. 17Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. 18Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

45Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων ψαλμός.

2Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 3Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 4Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 5Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 6Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσώπῳ. 7Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 8Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. διάψαλμα.

9Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς· 10ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 11Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ· 12Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.

46Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.

2Παντὰ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. 3Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. 4Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· 5Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησε· διάψαλμα.

6Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. 7Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. 8Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. 9Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. 10Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν.

47Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρᾳ σαββάτου.

2Μεγὰς Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. 3Εὐρίζων, ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. 4Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.

5Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό. 6Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, 7τρόμος ἐπελάβετο αὐτῶν· ἐκεῖ ὠδῖνες ὡς τικτούσης. 8Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις. 9Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα· διάψαλμα.

10Ὑπελάβομεν ὁ Θεὸς τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. 11Κατὰ τὸ ὄνομά σου ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, δικαιοσύνης πλήρης ἡ δεξιά σου. 12Εὐφρανθήτω τὸ ὄρος Σιὼν, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκα τῶν κριμάτων σου Κύριε.

13Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. 14Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. 15Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

48Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.

2Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, 3οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπιτοαυτὸ πλούσιος καὶ πένης. 4Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. 5Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

6Ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. 7Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. 8Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, 9καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ· καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, 10καὶ ζήσεται εἰς τέλος· ὅτι οὐκ ὄψεται καταφθορὰν,

11Ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. 12Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεὰν, ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. 13Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. 14Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσι· διάψαλμα. 15Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωῒ, καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν. 16Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· διάψαλμα.

17Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. 18Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. 19Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ. 20Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. 21Ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

49Ψαλμὸς τῷ Ἀσάφ.

Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. 2Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. 3Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. 4Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. 5Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. 6Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι Θεὸς κριτής ἐστι· διάψαλμα.

7Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. 8Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός. 9Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιυάρους· 10Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες. 11Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν. 12Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω, ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. 13Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; 14Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου. 15Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. διάψαλμα.

16Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; 17Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. 18Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. 19Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα. 20Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.

21Ταῦτα ἐποίησας, καὶ ἐσίγησα, ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου. 22Σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ, μήποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος.

23Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ.

50Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ, 2ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.

3Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. 4Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

5Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός· 6Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

8Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. 11Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. 14Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, πνεύματι ἡγεμονικῷ στήριξόν με.

15Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

20Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 21Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν, καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

51Εἰς τὸ τέλος συνέσεως τῷ Δαυὶδ, 2ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, ἦλθε Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ.

3Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν 4ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. 5Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· διάψαλμα. 6Ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.

7Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων· διάψαλμα. 8Καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπʼ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν, 9ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλʼ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.

10Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 11Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.

52Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ συνέσεως τῷ Δαυίδ.

2Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός· διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις· οὐκ ἔστι ποιῶν ἀγαθόν. 3Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν. 4Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.

5Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο. 6Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος· ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. 7Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.

53Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυὶδ, 2ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν;

3Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. 4Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. 5Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· διάψαλμα.

6Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. 7Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. 8Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου Κύριε, ὅτι ἀγαθόν. 9Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

54Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυίδ.

2Ἐνωτίσαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· 3Πρόσχες μοι, καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην 4ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.

5Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπʼ ἐμέ. 6Φόβος καὶ τρόμος ἦλθεν ἐπʼ ἐμὲ καὶ ἐκάλυψέ με σκότος. 7Καὶ εἶπα, τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι καὶ καταπαύσω. 8Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ· διάψαλμα. 9Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.

10Καταπόντισον Κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. 11Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ πόνος ἐν μέσῳ αὐτῆς 12καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.

13Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπʼ αὐτοῦ. 14Σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, 15ὃς ἐπιτοαυτὸ ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. 16Ἐλθέτω θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.

17Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. 18Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. 19Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. 20Εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· διάψαλμα·

21Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεόν. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. 22Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.

23Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. 24Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σε, Κύριε.

55Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.

2Ἐλεήσον με ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. 3Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους ἡμέρας, ὅτι πολλοὶ οἱ πολεμοῦντές με.

4Φοβηθήσονται, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σοί. 5Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.

6Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. 7Παροικήσουσι καὶ κατακρύψουσιν αὐτοὶ, τὴν πτέρναν μου φυλάξουσι· καθάπερ ὑπέμεινα τῇ ψυχῇ μου. 8Ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτοὺς ἐν ὀργῇ λαοὺς κατάξεις· ὁ Θεὸς 9τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.

10Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ. 11Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. 12Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. 13Ἐν ἐμοὶ ὁ Θεὸς αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σου. 14Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.

56Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.

2Ἐλέησον με ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. 3Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον τὸν Θεὸν τὸν εὐεργετήσαντά με· διάψαλμα. 4Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, 5καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν, ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν, μάχαιρα ὀξεῖα.

6Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 7Παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσαν εἰς αὐτόν· διάψαλμα. 8Ἑτοίμη ἡ καρδία μου ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. 9Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. 10Ἐξομολογήσομαί σοι ἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. 11Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 12Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

57Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν.

2Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθεῖα κρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων. 3Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. 4Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ. 5Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, 6ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.

7Ὁ Θεὸς συνέτριψε τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. 8Ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. 9Ὡσεὶ κηρὸς ὁ τακεῖς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. 10Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.

11Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν, τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. 12Καὶ ἐρεῖ ἄνθρωπος, εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.

58Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.

2Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ λύτρωσαί με. 3Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.

4Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπʼ ἐμὲ κραταιοί· οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου Κύριε· 5Ανευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε. 6Καὶ σὺ Κύριε ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς τοῦ Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· διάψαλμα. 7Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσιν πόλιν.

8Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; 9Καὶ δὺ Κύριε ἐκγελάσῃ αὐτοὺς, ἐξουδενώσεις τάντα τὰ ἔθνη. 10Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι σὺ ὁ Θεὸς ἀντιλήμπτωρ μου εἶ. 11Ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με, ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.

12Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς ὁ ὑπερασπιστής μου Κύριε. 13Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται 14συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι· καὶ γνώσονται ὅτι ὁ Θεὸς τοῦ Ἰακὼβ δεσπόζει τῶν περάτων τῆς γῆς· διάψαλμα. 15Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν· 16Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν, ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν.

17Ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. 18Βοηθός μου, σοὶ ψαλῶ ὁ Θεός μου, ἀντιλήμπτωρ μου εἶ ὁ Θεός μου, τὸ ἔλεός μου.

59Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυὶδ εἰς διδαχὴν, 2ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.

3Ὁ Θεὸς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς. 4Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτὴν, ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. 5Ἔδειξας τῷ λαῷ σου σκληρὰ, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. 6Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξον· διάψαλμα. 7Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.

8Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. 9Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆ, καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, 10Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

11Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 12Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν; 13Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.

14Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

60Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ Δαυίδ.

2Εἰσάκουσον ὁ Θεὸς τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. 3Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου, ἐν πέτρᾳ ὕψωσάς με, ὁδήγησάς με, 4ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. 5Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου· διάψαλμα.

6Ὅτι σὺ ὁ Θεὸς εἰσήκουσας τῶν προσευχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. 7Ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις, τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. 8Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ, ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν; 9Οὕτως ψαγῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

61Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Δαυίδ.

2Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρʼ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. 3Καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. 4Ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. 5Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον ἐν δίψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα.

6Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρʼ αὐτοῦ ἡ ὑπομονή μου. 7Ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω. 8Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. 9Ἐλπίσατε ἐπʼ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν· διάψαλμα.

10Πλὴν μάταιοι οἱ νἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπιτοαυτό. 11Μὴ ἐλπίζετε ἐπʼ ἀδικίαν, καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. 12Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ· 13καὶ σοῦ, Κύριε τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

62Ψαλμὸς τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας.

2Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, 3οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 4Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε. 5Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. 6Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου.

7Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. 8Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. 9Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου. 10Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, 11παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. 12Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

63Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

2Εἰσάκουσον ὁ Θεὸς τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. 3Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν· 4Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, 5τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται. 6Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν, τίς ὄψεται αὐτούς; 7Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει· προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, 8καὶ ὑψωθήσεται ὁ Θεός· βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, 9καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν· ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, 10καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. 11Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

64Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ, ᾠδή.

2Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχή. 3Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει. 4Λόγοι ἀνόμων ὑπερδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ. 5Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου· πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου, ἅγιος ὁ ναός σου, 6θαυμαστὸς ἐν δικαιοσύνῃ. ἐπάκουσον ἡμῶν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν· 7ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου, περιεζωσμένος ἐν δυναστείᾳ· 8Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. Ταραχθήσονται τὰ ἔθνη, 9καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.

10Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. 11Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. 12Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. 13Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 14Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον, κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.

65Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως.

Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, 2ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. 3Εἴπατε τῷ Θεῷ ὡς φοβερὰ τὰ ἔργα σου; ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. 4Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου· διάψαλμα.

5Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. 6Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί· ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ, 7τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς· διάψαλμα.

8Εὐλογεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, 9τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. 10Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. 11Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, 12ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

13Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, 14ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. 15Ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων· διάψαλμα.

16Δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. 17Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. 18Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος. 19Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεὸς, προσέσχε τῇ φωνῇ τῆς προσευχῆς μου. 20Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ.

66Εἰς τὸ τέλος, ἐν ὕμνοις ψαλμὸς τῷ Δαυίδ.

2Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς· διάψαλμα. 3Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. 4Ἐξομολογησάσθωσάν σοι λαοὶ ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 5Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις· διάψαλμα. 6Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 7Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, 8εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

67Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς.

2Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ. 3Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. 4Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν· ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.

5Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. 6ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν, ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. 7Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.

8Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον· διάψαλμα· 9Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινὰ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ. 10Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.

11Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. 12Ὁ Θεὸς Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, 13ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. 14Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. 15Ἐν τῷ διαστέλλειν τὴν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, χιονωθήσονται ἐν Σελμών. 16Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. 17Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

18Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἐν τῷ ἁγίῳ. 19Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι.

20Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθʼ ἡμέραν, καὶ κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν· διάψαλμα. 21Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. 22Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. 23Εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. 24Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.

25Ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. 26Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. 27Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν, τὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. 28Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλί.

29Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο, ὃ κατηρτίσω ἐν ἡμῖν. 30Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλὴμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα. 31Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. 32Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

33Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. διάψαλμα. 34Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 35Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. 36Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.

68Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῶ Δαυίδ.

2Σώσον με ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. 3Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. 4Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου. 5Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον.

6Ὁ Θεὸς σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμελειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. 7Μὴ αἰσχυνθείησαν ἐπʼ ἐμὲ οἱ ὑπομένοντές σε Κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπʼ ἐμὲ οἱ ζητοῦντές σε ὁ Θεὸς τοῦ Ἰσραήλ. 8Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. 9Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου· 10ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατάφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ. 11Καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. 12Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. 13Κατʼ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.

14Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ Κύριε, καιρὸς εὐδοκίας ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. 15Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐνπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων. 16Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συνσχέτω ἐπʼ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. 17Εἰσάκουσόν μου Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμε. 18Καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου· ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. 19Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτὴν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.

20Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με. 21Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. 22Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. 23Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. 24Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. 25Ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. 26Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· 27ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. 28Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. 29Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.

30Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, καὶ ἡ σωτηρία τοῦ προσώπου σου ἀντελάβετό μου. 31Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετʼ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· 32καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. 33Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεσθε. 34Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. 35Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. 36Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. 37Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.

69Εἰς τὸ τέλος, τῷ Δαυὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.

2Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες. 3Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κατά· 4Ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε. 5Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διαπαντὸς, μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 6Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς βοήθησόν μοι· βοηθός μου, καὶ ῥύστης μου εἶ σὺ, Κύριε μὴ χρονίσῃς.

70Τῷ Δαυὶδ υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων.

Ἐπὶ σοὶ Κύριε ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 2Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με. 3Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. 4Ὁ Θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. 5Ὅτι σὺ εἶ ἡ ὑπομονή μου Κύριε, Κύριε ἡ ἐλπίς μου ἐκ νεότητός μου· 6Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.

7Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός. 8Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. 9Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. 10Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπιτοαυτὸ, 11λέγοντες, ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. 12Ὁ Θεὸς μὴ μακρύνῃς ἀπʼ ἐμοῦ, 13ὁ Θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.

14Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. 15Τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου· ὅτι οὐκ ἔγνων πραγματείας. 16Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου, Κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. 17Ἐδίδαξας με ὁ Θεὸς ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου, 18καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ· Τὴν δυναστείαν σου, 19καὶ τὴν δικαιοσύνην σου ὁ Θεὸς ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεὸς τίς ὅμοιός σοι;

20Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς; καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. 21Ἐπλεόνασας τὴν δικαιοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. 22Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ Ἰσραήλ. 23Ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω. 24Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

71Εἰς Σαλωμών.

Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· 2κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

3Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου, καὶ οἱ βουνοί· 4ἐν δικαιοσύνῃ κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων· καὶ ταπεινώσει συκοφάντην, 5καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. 6Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. 7Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. 8Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. 9Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. 10Βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι. 11Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. 12Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός. 13Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πένητων σώσει. 14Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. 15Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. 16Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπʼ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.

17Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ, καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.

18Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος, 19καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο.

20Ἐξέλιπον οἱ ὕμνοι Δαυὶδ τοῦ υἱοῦ Ἰεσσαί.

72Ψαλμὸς τῷ Ἀσάφ.

Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς εὐθέσι καρδίᾳ. 2Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. 3Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.

4Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. 5Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. 6Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. 7Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· διῆλθον εἰς διάθεσιν καρδίας. 8Διενοήθησαν, καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. 9Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. 10Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. 11Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; 12Ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα, κατέσχον πλούτου.

13Καὶ εἶπα, ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου· 14Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. 15Εἰ ἔλεγον, διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. 16Καὶ ὑπέλαβον τοῦ γνῶναι, τοῦτο κόπος ἐστὶν ἐναντίον μου, 17ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, συνῶ εἰς τὰ ἔσχατα.

18Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. 19Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. 20Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

21Ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. 22Κᾀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοὶ, 23κᾀγὼ διαπαντὸς μετὰ σου· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, 24ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. 25Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; 26Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.

27Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. 28Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου· τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

73Συνέσεως τῷ Ἀσάφ.

Ἱνατί ἀπόσω ὁ Θεὸς εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; 2Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. 3Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.

4Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· 5ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν 6τὰς θύρας αὐτῆς ἐπιτοαυτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. 7Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. 8Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, ἡ συγγένεια αὐτῶν ἐπιτοαυτὸ, δεῦτε, καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. 9Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.

10Ἕως πότε ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; 11Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; 12Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. 13Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος, 14ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. 15Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους, σὺ ἐξήρανας ποταμοὺς ἠθάμ. 16Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νὺξ, σὺ κατηρτίσω ἥλιον καὶ σελήνην. 17Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, θέρος καὶ ἔαρ σὺ ἐποίησας.

18Μνήσθητι ταύτης τῆς κτίσεώς σου· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. 19Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. 20Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρωθήσαν οἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν. 21Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμμένος, πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. 22Ἀνάστα ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. 23Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀναβαίη διαπαντὸς πρὸς σέ.

74Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσάφ.

2Ἐξομολογησόμεθα σοι ὁ Θεὸς, ἐξομολογησόμεθα, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 3Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. 4Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· διάψαλμα.

5Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι, μὴ ὑψοῦτε κέρας. 6Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. 7Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, 8ὅτι ὁ Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. 9Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.

10Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. 11Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

75Εἰς τὸ τέλος ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσάφ· ᾠδὴ πρὸς τὸν Ἀσσύριον.

2Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. 3Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. 4Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· διάψαλμα.

5Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, 6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. 7Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους. 8Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου; 9Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν, 10ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πρᾳεῖς τῇ καρδίᾳ. διάψαλμα.

11Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. 12Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα· 13τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

76Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Ἀσάφ.

2Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. 3Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνῄνατο παρακληθῆναι ἡ ψυχή μου· 4Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην, ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· διάψαλμα. 5Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.

6Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια 7ἐμνήσθην, καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου. 8Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; 9Ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς; 10Ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.

11Καὶ εἶπα, νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. 12Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου, 13καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.

14Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου, τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; 15Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 16ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· διάψαλμα. 17Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι. 18Πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. 19Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 20Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 21Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.

77Συνέσεως τῷ Ἀσάφ.

Προσέχετε λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. 2Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπʼ ἀρχῆς. 3Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. 4Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε.

5Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ· ὃν ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, 6ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· 7ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν. 8Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατεύθυνεν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.

9Υἱοὶ Ἐφραὶμ ἐντεινοντες καὶ βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. 10Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι. 11Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς· 12ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια, ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως. 13Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς· ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν. 14Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. 15Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. 16Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.

17Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπικραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ, 18καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν. 19Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; 20Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;

21Διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. 22Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. 23Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε· 24καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. 25Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.

26Ἀπῇρε Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ 27αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεῖ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. 28Καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. 29Καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς.

30Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν· ἔτι τῆς βρώσεως 31αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πίοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.

32ʼΕν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν τοῖς 33θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.

34Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ 35ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι. 36Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν 37ἐψεύσαντο αὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

38Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ· καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. 39Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.

40Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν 41αὐτὸν ἐν γῇ ἀνύδρῳ; Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. 42Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος· 43Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ 44τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως· Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν· 45ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς· 46Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. 47Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν 48τῇ πάχνῃ. Καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. 49Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν διʼ 50ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν 51εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγυπτῳ, ἀπαρχὴν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ. 52Καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, ἤγαγεν αὐτοὺς ὡσεὶ 53ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασον, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα. 54Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ 55ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας, καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.

56Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. 57Καὶ ἀπέστρεψαν, καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν, μετεστράφησαν εἰς τόξον στρεβλόν. 58Καὶ παρώργισαν αὐτὸν ἐπὶ τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.

59Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν 60ʼΙσραήλ. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα αὐτοῦ 61οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα 62ἐχθρου. Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδε· 63Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπένθησαν. Οἱ 64ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.

65Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς 66ἐξ οἴνου. Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.

67Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραὶμ 68οὐκ ἐξελέξατο. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ 69Σιὼν, ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. 70Καὶ ἐξελέξατο Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν 71ποιμνίων τῶν προβάτων. Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν, ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ Ἰσραὴλ τὴν 72κληρονομίαν αὐτοῦ. Καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ, ὡδήγησεν αὐτούς.

78Ψαλμὸς τῷ Ἀσάφ.

Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. 2Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. 3Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ, κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων. 4Ἐγενήθημεν εἰς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.

5Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; 6Ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. 7Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.

8Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων, ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. 9Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου Κύριε ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου· 10Μή ποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.

11Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. 12Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε Κύριε. 13Ἡμεῖς γὰρ λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.

79Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷ Ἀσὰφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.

2Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, 3ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. 4Ὁ Θεὸς ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

5Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; 6Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. 7Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. 8Κύριε ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· διάψαλμα.

9Ἄμπελον ἐξ Αἰγύπτου μετῇρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν. 10Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ. 11Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. 12Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς. 13Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; 14Ἐλυμῄνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.

15Ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην· 16Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. 17Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. 18Γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.

19Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. 20Κύριε ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

80Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Ἀσάφ.

2Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. 3Λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. 4Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.

5Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ. 6Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν.

7Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 8Ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐῤῥυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας· διάψαλμα. 9Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ἐὰν ἀκούσῃς μου, 10οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. 11Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου, πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό. 12Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. 13Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

14Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 15ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. 16Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα, 17καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

81Ψαλμὸς τῷ Ἀσάφ.

Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. 2Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. 3Κρίνατε ὀρφανὸν καὶ πτωχὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. 4Εξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.

5Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμελια τῆς γῆς. 6Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. 7Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

8Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.

82Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.

2Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ Θεός.

3Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. 4Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. 5Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. 6Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπιτοαυτὸ, κατὰ σοῦ διαθήκην διέθεντο· 7Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, 8Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. 9Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετʼ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ· διάψαλμα.

10Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισάρᾳ, ὡς τῷ Ἰαβεὶν ἐν τῷ χειμάῤῥῳ Κεισῶν. 11Ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. 12Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ, πάντας τοὺς ἄρχοντας αὐτῶν· 13Οἵτινες εἶπαν, κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ Θεοῦ. 14Ὁ Θεός μου θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. 15Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· 16Οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 17Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου Κύριε. 18Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. 19Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

83Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ ψαλμός.

2Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. 3Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· 4Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· τὰ θυσιαστήριά σου Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.

5Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· διάψαλμα. 6Μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, 7εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν, 8πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.

9Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι ὁ Θεὸς Ἰακώβ· διάψαλμα. 10Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σοῦ. 11Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν. 12Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. 13Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

84Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.

2Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. 3Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· διάψαλμα. 4Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.

5Ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν. 6Μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; 7Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. 8Δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.

9Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. 10Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. 11Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. 12Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. 13Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. 14Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

85Προσευχὴ τῷ Δαυίδ.

Κλίνον Κύριε τὸ οὖς σου, καὶ εἰσάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. 2Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. 3Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. 4Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ Κύριε ᾖρα τὴν ψυχήν μου. 5Ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. 6Ἐνώτισαι Κύριε τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. 7Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι εἰσήκουσάς μου.

8Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. 9Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου, 10ὅτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας. 11Ὁδήγησόν με Κύριε ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. 12Ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. 13Ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμὲ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.

14Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. 15Καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. 16Ἐπίβλεψον ἐπʼ ἐμὲ, καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. 17Ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

86Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς.

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. 2Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. 3Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ· διάψαλμα.

4Μνησθήσομαι Ῥαὰβ, καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγεννήθησαν ἐκεῖ. 5Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 6Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

87Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ, εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ.

2Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. 3Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.

4Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. 5Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, 6ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι ἐῤῥιμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 7Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 8Ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπʼ ἐμέ· διάψαλμα. 9Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. 10Οἱ ὀφθαλμοί μου ἠσθένησαυ ἀπὸ πτωχείας· καὶ ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.

11Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; 12Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 13Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14Κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα, καὶ τοπρωῒ ἡ προσευχή μου προφθάσει σε.

15Ἱνατί Κύριε ἀπωθεῖς τὴν προσευχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; 16Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 17Ἐπʼ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με. 18Ἐκύκλωσάν με ὡς ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα. 19Ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

88Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ.

2Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. 3Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· 4Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. 5Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· διάψαλμα.

6Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 7Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; 8Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 9Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. 10Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. 11Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. 12Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 13Τὸν Βοῤῥᾶν καὶ θάλασσας σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 14Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. 15Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.

16Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, 17καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. 18Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· 19ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.

20Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας, ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. 21Εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλέει ἁγίῳ ἔχρισα αὐτόν. 22Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. 23Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. 24Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. 25Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. 26Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. 27Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. 28Κᾀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. 29Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. 30Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.

31Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· 32ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· 33Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν. 34Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, 35οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. 36Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. 37Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, 38καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός· διάψαλμα.

39Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου. 40Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 41Καθεῖλες πάντας τοὺς φραγμοῦς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. 42Διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδὸν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 43Ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. 44Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 45Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας, 46ἐσμίκρυνας τὰς ἡμέρας τοῦ θρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην· διάψαλμα.

47Ἕως πότε Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; 48Μνήσθητι τίς ἡ ὑπόστασίς μου· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; 49Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. 50Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου; 51Μνήσθητι Κύριε τοῦ ὀνειδισμου τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· 52οὗ ὠνείδισαν οἱ ἐχθροί σου Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. 53Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.

89Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. 2Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ. 3Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν, καὶ εἶπας, ἐπιστρέψατε υἱοὶ ἀνθρώπων; 4Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. 5Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τοπρωῒ ὡσεὶ χλόη παρέλθοι· 6Τοπρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. 7Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. 8Ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. 9Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. 10Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πραΰτης ἐφʼ ἡμᾶς, καὶ παιδευθησόμεθα. 11Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου τοῦ θυμοῦ σου ἐξαριθμήσασθαι; 12τὴν δεξιάν σου οὕτως γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.

13Ἐπίστρεψον, Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. 14Ἐνεπλήσθημεν τοπρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν· ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν 15εὐφρανθείημεν, ἀνθʼ ᾧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. 16Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. 17Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς.

90Αἶνος ᾠδῆς τῷ Δαυίδ.

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2Ἐρεῖ τῷ Κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπʼ αὐτόν. 3Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. 4Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. 8Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.

9Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. 10Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. 11Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. 12Ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 13Ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

14Ὅτι ἐπʼ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15Ἐπικαλέσεται πρὸς μὲ, καὶ εἰσακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. 16Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

91Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου.

2Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε· 3τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, 4ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετʼ ᾠδῆς ἐν κιθάρᾳ. 5Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.

6Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε; σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. 7Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 8Ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 9Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.

10Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 11Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλέῳ πίονι. 12Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπʼ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.

13Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται· 14Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. 15Τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται 16τοῦ ἀναγγεῖλαι· ὅτι εὐθὴς Κύριος ὁ Θεός μου, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

92Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ, αἶνος ᾠδῆς τῷ Δαυίδ.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. 2Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 3Ἐπῇραν οἱ ποταμοὶ Κύριε, ἐπῇραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, 4ἀπὸ φωνῶν ὑδάτων πολλῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης· θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. 5Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

93Ψαλμὸς τῷ Δαυὶδ τετράδι σαββάτου.

Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. 2Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.

3Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; 4Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 5Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. 6Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν. 7Καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.

8Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. 9Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; 10Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει; ὁ διδάσκων ἄνθρωπον γνῶσιν; 11Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.

12Μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· 13τοῦ πραΰναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. 14Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· διάψαλμα.

16Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; 17Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. 18Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου Κύριε ἐβοήθει μοι. 19Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου.

20Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι. 21Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. 22Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. 23Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν.

94Αἶνος ᾠδῆς τῷ Δαυίδ.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. 2Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. 3Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς· 4ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. 5Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν χεῖρες αὐτοῦ ἔπλασαν.

6Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποίησαντος ἡμᾶς. 7Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ· 8σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πικρασμοῦ ἐν τῇ ἐρήμῳ, 9οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμασαν, καὶ εἶδον τὰ ἔργα μου. 10Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. 11Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

95Ὅτε ὁ οἶκος ᾠκοδόμηται μετὰ τὴν αἰχμαλωσίαν, ᾠδὴ τῷ Δαυίδ.

Ἄσατε τῷ Κυρίῳ ἆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. 2Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. 3Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.

4Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. 5Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. 6Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

7Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, 8ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ· 9Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. 10Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν σἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοῦς ἐν εὐθύτητι. 11Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. 12Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ 13πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

96Τῷ Δαυὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.

Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.

2Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. 3Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. 4Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ· 5τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. 6Ἀνήγγειλαν αἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.

7Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ.

8Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου Κύριε. 9Ὅτι σὺ εἶ Κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.

10Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. 11Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. 12Εὐφράνθητε δίκαιοι ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

97Ψαλμὸς τῷ Δαυίδ.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.

2Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. 3Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.

4Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε. 5Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ. 6Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης· ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίῳ. 7Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτήν. 8Ποταμοὶ κροτήσουσι χειρὶ ἐπιτοαυτὸ, τὰ ὄρη ἀγαλλιάσονται. 9Ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.

98Ψαλμὸς τῷ Δαυίδ.

Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σαλευθήτω ἡ γῆ. 2Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. 3Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι, 4καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. 5Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι.

6Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, 7ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. 8Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐίλατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. 9Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

99Ψαλμὸς εἰς ἐξομολόγησιν.

Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, 2δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 3Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. 4Εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. 5Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

100Ψαλμὸς τῷ Δαυίδ.

Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· 2ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. 3Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοικαρδία σκαμβὴ, 4ἐκκλίνοντος ἀπʼ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. 5Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. 6Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετʼ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 7Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου. 8Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν.

101Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.

2Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. 3Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον πρὸς μὲ τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.

4Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. 5Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. 6Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. 7Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. 8Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. 9Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον. 10Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, 11ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με.

12Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κᾀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. 13Σὺ δέ Κύριε εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. 15Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. 16Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου.

17Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. 18Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. 19Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. 20Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, 21τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, 22τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ· 23ἐν τῷ συναχθῆναι λαοὺς ἐπιτοαυτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ.

24Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· 25μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. 26Κατʼ ἀρχὰς τὴν γῆν σὺ Κύριε ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. 27Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. 28Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· 29Οἱ υἱοῖ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

102Τῷ Δαυίδ.

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 2Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς αἰνέσεις αὐτοῦ· 3Τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, 4τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, 5τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

6Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις. 7Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. 8Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. 9Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. 10Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. 11Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. 12Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφʼ ἡμῶν τὰς ἀνομίας ἡμῶν. 13Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. 14Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν· μνήσθητι ὅτι χοῦς ἐσμεν.

15Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. 16Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 17Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν, 18τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

19Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 20Εὐλογεῖτε τὸν Κύριον πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. 21Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ. 22Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ· εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

103Τῷ Δαυίδ.

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, 2ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· 3Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· 4Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον·

5Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 6Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. 7Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 8Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. 9Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

10Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. 11Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. 12Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. 13Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

14Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, 15καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου· τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. 16Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν. 17Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. 18Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις.

19Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. 20Ἔθου σκότος καὶ ἐγένετο νὺξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. 21Σκυμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. 22Ἀνέτειλεν ὁ ἥλιος καὶ συναχθήσονται, καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. 23Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

24Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· 25Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων. 26Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. 27Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. 28Δόντος σου αὐτοῖς, συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. 29Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. 30Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

31Ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· 32Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. 33Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. 34Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. 35Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς· εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον.

104Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. 2Ασατε αὐτῷ καὶ ψάλατε αὐτῷ. διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. 3Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. 4Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. 5Μνήσθητε τῶν θαυμασίων αὐτον ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ. 6Σπέρμα Ἁβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

7Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. 8Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, 9ὃν διέθετο τῷ Ἁβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· 10Καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, 11λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. 12Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, 13καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, 14οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· 15Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. 16Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν.

17Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. 18Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ· 19Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ· τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν. 20Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαῶν καὶ ἀφῆκεν αὐτόν. 21Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ, 22τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.

23Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. 24Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. 25Καὶ μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. 26Ἐξαπέστειλε Μωυσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν.

27Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων ἐν γῇ Χάμ. 28Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ· 29Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. 30Ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. 31Εἶπε καὶ ἦλθε κυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. 32Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. 33Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκὰς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. 34Εἶπε καὶ ἦλθεν ἀκρὶς, καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμὸς, 35καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. 36Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. 37Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. 38Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπʼ αὐτούς. 39Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. 40Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. 41Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.

42Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ· 43Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ· 44Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν ἐκληρονόμησαν. 45Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.

105Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; 3Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.

4Μνήσθητι ἡμῶν Κύριε ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· 5τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.

6Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. 7Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου· καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ. 8Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. 9Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· 10Καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. 11Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. 12Καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ. 13Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. 14Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. 15Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὴν ψυχὴν αὐτῶν.

16Καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ, καὶ Ἀαρὼν τὸν ἅγιον Κυρίου. 17Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. 18Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, καὶ φλὸξ κατέφλεξεν ἁμαρτωλούς.

19Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ· 20Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον. 21Ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, 22θαυμαστὰ ἐν γῇ Χὰμ, καὶ φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. 23Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι.

24Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, καὶ οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. 25Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. 26Καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 27καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.

28Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν. 29Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. 30Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. 31Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.

32Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωυσῆς διʼ αὐτούς· 33Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.

34Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. 35Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. 36Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. 37Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, 38καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, 39καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν· καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

40Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. 41Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. 42Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. 43Πλεονάκις ἐῤῥύσατο αὐτοὺς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν· καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. 44Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. 45Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. 46Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.

47Σῶσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. 48Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, γένοιτο, γένοιτο.

106Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, 3καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης.

4Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ· ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· 5Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε. 6Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς· 7Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.

8Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 9Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. 10Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ· 11Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν· 12Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. 13Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. 14Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.

15Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 16Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροὺς συνέθλασεν.

17Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. 18Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. 19Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. 20Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.

21Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· 22Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.

23Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, 24αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. 25Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. 26Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων· ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο, 27ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. 28Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. 29Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. 30Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν.

31Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 32Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.

33Ἔθετο ποταμοὺς εἰς ἐρήμον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν· 34Γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 35Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. 36Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας· 37Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. 38Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε. 39Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. 40Ἐξεχύθη ἐξουδένωσις ἐπʼ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. 41Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας, καὶ ἔθετο ὡς πρόβατα πατριάς· 42Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. 43Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;

107Ὠδὴ ψαλμοῦ τῷ Δαυίδ.

2Ἑτοίμη ἡ καρδία μου ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 3Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. 4Ἐξομολογήσομαί σοι ἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. 5Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 6Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 7Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. 8Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. 9Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραίμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, 10Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

11Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 12Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν; 13Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. 14Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.

108Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 2ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· ἐλάλησαν κατʼ ἐμοῦ γλώσσῃ δολίᾳ, 3καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρέαν. 4Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. 5Καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

6Κατάστησον ἐπʼ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. 7Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. 8Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. 9Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα. 10Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. 11Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. 12Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. 13Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. 14Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. 15Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν·

16Ἀνθʼ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. 17Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ. 18Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. 19Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. 20Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.

21Καὶ σὺ Κύριε Κύριε ποίησον μετʼ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. 22Ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. 23Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. 24Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη διʼ ἔλαιον. 25Κᾀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.

26Βοήθησόν μοι Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. 27Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ Κύριε ἐποίησας αὐτήν. 28Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. 29Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν· καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. 30Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· 31Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

109Ψαλμὸς τῷ Δαυίδ.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 2Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. 3Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. 4Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. 5Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. 6Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆν πολλῶν. 7Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.

110Ἀλληλούϊα.

Ἐξομολογήσομαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. 2Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. 3Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ, ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. 5Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν· μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. 6Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. 7Ἔργα χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, 8ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. 9Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ· ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. 10Ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

111Ἀλληλούϊα.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. 2Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται· 3Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. 5Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, 6ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. 7Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον· 8Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. 9Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. 10Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.

112Ἀλληλούϊα.

Αἰνεῖτε παῖδες Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. 2Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 3Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, αἰνετὸν τὸ ὄνομα Κυρίου. 4Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.

5Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν, 6καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ· 7ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, 8τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.

113Ἀλληλούϊα.

Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, 2ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. 3Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. 4Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.

5Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες; καὶ σὺ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; 6Τὰ ὄρη ὅτι ἐσκίρτησατε ὡσεὶ κριοί; καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 7Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ, 8τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. 9Μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν, ἀλλʼ ἢ τῷ ὀνόματί σου δὸς δόξαν, ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου· 10μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; 11Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε.

12Τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. 13Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· 14Ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· 15Χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. 16ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς.

17Οἶκος Ἰσραὴλ ἔλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 18Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 19Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι.

20Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών· 21Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. 22Προσθείη Κύριος ἐφʼ ὑμᾶς, ἐφʼ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. 23Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

24Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. 25Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου· 26Ἀλλʼ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

114Ἀλληλούϊα.

Ἠγαπήσα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· 2Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον, 4καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, ὦ Κύριε ῥῦσαι τὴν ψυχήν μου.

5Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. 6Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην καὶ ἔσωσέ με.

7Ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. 8Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

115Ἀλληλούϊα.

Ἐπιστεύσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 2Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης.

3Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; 4Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· 4aΤὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

6Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 7Ὦ Κύριε ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου, διέῤῥηξας τοὺς δεσμούς μου. 8Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι· 9Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, 10ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου Ἱερουσαλήμ.

116Ἀλληλούϊα.

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. 2Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

117Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 3Εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 4Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

5Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. 6Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιησει μοι ἄνθρωπος. 7Κύριος ἐμοὶ βοηθὸς, κᾀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. 8Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον. 9Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπʼ ἄρχουσι.

10Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς· 11Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς· 12Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 13Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.

14Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 15Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων· δεξιὰ Κυρίου ἐποίησε δύναμιν, 16δεξιὰ Κυρίου ὕψωσέ με· δεξιὰ Κυρίου ἐποίησε δύναμιν. 17Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. 18Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.

19Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. 20Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. 21Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μου εἰς σωτηρίαν. 22Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. 23Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 24Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 25Ὦ Κύριε σῶσον δὴ, ὦ Κύριε εὐόδωσον δή. 26Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.

27Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. 28Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. 29Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

118Ἀλληλούϊα.

Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. 5Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα.

9Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. 13Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. 15Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. 16Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.

17Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου. 20Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22Περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατʼ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.

25Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸ λόγον σου. 26Τὰς ὁδούς σου ἐξήγγειλα καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. 27Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29Ὁδὸν ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31Ἐκολλήθην τοῖς μαρτυρίοις σου Κύριε, μή με καταισχύνῃς. 32Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

33Νομοθέτησόν με Κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. 37Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39Περίελε τὸν ὄνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. 40Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

41Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεός σου Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. 42Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. 43Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. 47Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. 48Καὶ ᾖρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.

49Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με. 50Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52Ἐμνήσθην τῶν κριμάτων σου ἀπʼ αἰῶνος Κύριε, καὶ παρεκλήθην. 53Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου· 55Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

57Μερίς μου εἶ Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. 58Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62Μεσονύκτιον ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64Τοῦ ἐλέους σου Κύριε πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με.

65Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου Κύριε κατὰ τὸν λόγον σου. 66Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68Χρηστὸς εἶ σὺ Κύριε· καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιωματά σου. 69Ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

73Αἱ χεῖρές σου ἔποίησάν με καὶ ἐπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75Ἔγνων Κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. 78Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.

81Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. 82Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με; 83Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου Κύριε. 86Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.

89Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, 90εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. 94Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. 96Πάσης συντελείας εἶδον πέρας, πλατεία ἡ ἐντολή σου σφόδρα.

97Ὡς ἠγάπησα τὸν νόμον σου Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν. 98Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. 100Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.

103Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. 104Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.

105Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. 106Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107Ἐταπεινώθην ἕως σφόδρα Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108Τὰ ἑκούσια τοῦ στόματός μου εὐλόκησον δὴ Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109Ἡ ψυχή μου ἐν ταῖς χερσὶ σου διαπαντὸς, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην. 110Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλιάμα τῆς καρδίας μού εἰσιν. 112Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διʼ ἀντάμειψιν.

113Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. 114Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. 115Ἐκκλίνατε ἀπʼ ἐμοῦ οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. 116Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. 120Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

121Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου. 126Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. 127Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

129Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 132Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.

137Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. 138Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. 139Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141Νεώτερος ἐγὼ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόυος σου ἀλήθεια. 143Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, ἐντολαί σου μελέτη μου. 144Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι.

145Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. 149Τῆς φωνῆς μου ἄκουσον Κύριε κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 150Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151Ἐγγὺς εἶ Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 152Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

153Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. 155Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156Οἱ οἰκτιρμοί σου πολλοὶ Κύριε, κατὰ τὸ κρίμα σου ζῆσόν με. 157Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.

161Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166Προσεδόκων τὸ σωτήριόν σου Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου Κύριε.

169Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. 175Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

119Ὠδὴ τῶν ἀναβαθμῶν.

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. 2Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.

3Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; 4Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.

5Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. 6Πολλὰ παρῴκησεν ἡ ψυχή μου· μετὰ τῶν μισούντων τὴν εἰρήνην. 7Ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

120Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. 2Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. 4Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. 5Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. 6Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. 7Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. 8Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

121Ὠδὴ τῶν ἀναβαθμῶν.

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα. 2Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ. 3Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπιτοαυτό. 4Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου μαρτύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. 5Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.

6Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. 7Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. 8Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. 9Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

122Ὠδὴ τῶν ἀναβαθμῶν.

Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 2Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. 3Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. 4Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

123Ὠδὴ τῶν ἀναβαθμῶν.

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, 2εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, 3ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς, 4ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς· χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν. 5Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

6Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. 7Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. 8Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

124Ὠδὴ τῶν ἀναβαθμῶν.

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, οὐ σαλευθήσεται εἰς αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ· 2ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 3Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.

4Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. 5Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

125Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. 2Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν. 3Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.

4Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ Νότῳ. 5Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. 6Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

126Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 2Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.

3Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 4Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 5Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

127Ὠδὴ τῶν ἀναβαθμῶν.

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται. 3Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

4Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. 5Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 6Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου· εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

128Ὠδὴ τῶν ἀναβαθμῶν.

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ· 2Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 3Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. 4Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.

5Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. 6Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 7Οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. 8Καὶ οὐκ εἶπαν οἱ παράγοντες, εὐλογία Κυρίου ἐφʼ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

129Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε. 2Κύριε εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 3Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε, Κύριε, τίς ὑποστήσεται; 4Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν· ἕνεκεν τοῦ ὀνόματός σου 5ὑπέμεινά σε Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, 6ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον· ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,

7Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις. 8Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

130Ὠδὴ τῶν ἀναβαθμῶν.

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου· οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. 2Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου· ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. 3Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

131Ὠδὴ τῶν ἀναβαθμῶν.

Μνήσθητι Κύριε τοῦ Δαυὶδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ· 2Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· 3Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· 4Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μοῦ, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου· 5Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. 6Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. 7Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ· προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

8Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. 9Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 10Ἕνεκεν Δαυὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.

11Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὴν, ἐκ καρποῦ τῆς κοιλίας σου, θήσομαι ἐπὶ τοῦ θρόνον σου. 12Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. 13Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. 14Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν. 15Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. 16Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. 17Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ σου. 18Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

132Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλʼ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό; 2Ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. 3Ὡς δρόσος Ἀερμῶν ὁ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

133Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν· 2ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. 3Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

134Ἀλληλούϊα.

Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον, 2Οἱ ἑστῶτες ἐν οἴκω Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. 3Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν.

4Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. 5Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. 6Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. 7Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. 8Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. 9Ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε, ἐν Φαραῷ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 10Ὃς ἐπάταξεν ἔθνη πολλά, καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· 11τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάσας τὰς βασιλείας Χαναάν· 12Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ.

13Κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. 15Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. 16Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· 17Ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 18Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς.

19Οἶκος Ἰσραὴλ εὐλογήσατε τὸν Κύριον, οἶκος Ἀαρὼν εὐλογήσατε τὸν Κύριον· 20Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον, οἱ φοβούμενοι τὸν Κύριον εὐλογήσατε τὸν Κύριον. 21Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ.

135Ἀλληλούϊα.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 3Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

4Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 5Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 6Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 7Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 8Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 9Τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

10Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 11Καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 12Ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 13Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 14Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 15Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 16Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

17Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 18Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 19Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 20Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 21Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 22κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

23Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 24Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 25Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 26Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

136Τῷ Δαυὶδ, Ἱερεμίου.

Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. 2Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. 3Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς, ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.

4Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 5Ἐὰν ἐπιλάθωμαί σου Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου. 6Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῷ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.

7Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, ἐκκενοῦτε ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῇς. 8Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. 9Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.

137Ψαλμὸς τῷ Δαυὶδ, Ἀγγαίου καὶ Ζαχαρίου.

Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου. 2Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου· ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. 3Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. 4Ἐξομολογησάσθωσάν σοι Κύριε πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. 5Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου.

6Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπομακρόθεν γινώσκει. 7Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου. 8Κύριε ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

138Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

Κύριε ἐδοκίμασάς με, καὶ ἔγνως με. 2Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. 3Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἑξιχνίασας· καὶ πάσας τὰς ὁδούς μου προεῖδες, 4ὅτι οὐκ ἔστι λόγος ἄδικος ἐν γλώσσῃ μου· ἰδοὺ Κύριε, σὺ ἔγνως πάντα 5τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.

6Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 7Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. 9Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼ ὀρθὸν, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. 11Καὶ εἶπα, ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. 12Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 13Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 14Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. 15Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς. 16Ἀκατέργαστόν μου εἶδου οἱ ἀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.

17Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. 18Ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ.

19Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς ὁ Θεός· ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπʼ ἐμοῦ, 20ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; 22Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι. 23Δοκίμασόν με ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου. 24Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

139Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.

2Ἐξελοῦ με Κύριε ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· 3οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. 4Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· διάψαλμα. 5Φύλαξόν με Κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με· οἵτινες ἐλογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. 6Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι· καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι· διάψαλμα.

7Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σὺ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. 8Κύριε Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. 9Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μή ποτε ὑψωθῶσι· διάψαλμα.

10Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 11Πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς, καὶ καταβαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, οὐ μὴ ὑποστῶσιν. 12Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν. 13Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων. 14Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

140Ψαλμὸς τῷ Δαυίδ.

Κύριε ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδοιάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.

6Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν· ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδύνθησαν. 7Ὡσεὶ πάχος γῆς διεῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. 8Ὅτι πρὸς σὲ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, καταμόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.

141Συνέσεως τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή.

2Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. 3Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 4Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. 5Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 6Πρὸς σὲ, Κύριε, ἐκέραξα, καὶ εἶπα, σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. 7Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 8Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, Κύριε· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

142Ψαλμὸς τῷ Δαυὶδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδιώκει.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. 2Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

3Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, 4καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5Ἐμνήσθην ἡμερῶν ἀρχαίων· καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.

7Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8Ἀκουστὸν ποίησόν μοι τοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. 9Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι Θεός μου εἶ σὺ, τὸ πνεῦμά σου τὸ ἁγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ. 11Ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. 12Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι δοῦλός σου εἰμὶ ἐγώ.

143Τῷ Δαυὶδ πρὸς τὸν Γολιάδ.

Εὐλογήτος Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· 2Ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπʼ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ.

3Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; 4Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.

5Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται. 6Ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 7Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων· 8ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.

9Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· 10Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαυὶδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς. 11Ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας· 12ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. 13Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν· 14Οἱ βόες αὐτῶν παχεῖς· οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν. 15Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

144Αἴνεσις τοῦ Δαυίδ.

Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 2Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 3Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. 4Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. 5Καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. 6Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. 7Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.

8Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. 9Χρηστὸς Κύριος τοῖς ὑπομένουσι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. 10Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. 11Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσιν· 12Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. 13Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· 13aπιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

14Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. 15Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. 16Ἀνοίγεις σὺ τὰς χεῖράς σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. 17Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

18Ἐγγὺς Κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. 19Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται, καὶ σώσει αὐτούς. 20Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. 21Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

145Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖ ἡ ψυχή μου τὸν Κύριον. 2Αἰνέσω Κύριον ἐν ζωῇ μοῦ, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. 3Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

5Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθός αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ· 6Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, 7ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, 8Κύριος σοφοῖ τυφλοὺς,

Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷ δικαίους, 9Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. 10Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν καὶ γενεάν.

146Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖτε τὸν Κύριον ὅτι ἀγαθὸν ψαλμός, τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. 2Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει· 3Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν· 4Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. 6Ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.

7Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ· 8Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν· τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· 9καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. 11Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν πᾶσιν τοῖς ἐλπιζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

147Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Ἐπαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. 2Ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί. 3Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 4Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· 5Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· 6Βάλλοντος κρύσταλλον αὐτοῦ ὠσεὶ ψωμούς· κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 7Ἀποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά, πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. 8Ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. 9Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

148Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. 2Αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 3Αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 4Αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 5Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. 6Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

7Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· 8Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 9Τὰ ὄρη καὶ πάντες βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· 10Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· 11Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· 12Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων 13αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, 14καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμονς πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

149Ἀλληλούϊα.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. 2Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. 3Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. 4Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πρᾳεῖς ἐν σωτηρίᾳ.

5Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 6Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν· 7Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς· 8Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς· 9Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον· δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

150Ἁλληλούϊα.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. 2Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 3Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 4Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 5Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 6Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

151Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυὶδ, καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάχησε τῷ Γολιάδ.

Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοίς μου, καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου, ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. 2Αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 3Καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει. 4Αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ, καὶ ᾖρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου, καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ. 5Οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος. 6Ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· 7Ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτόν, καὶ ᾖρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.