Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX HOS

HOS - Brenton Greek Text

ΩΣΗΕ. Αʹ

1ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.

2Ἀρχὴ λόγου Κυρίου ἐν Ὠσῆέ· καὶ εἶπε Κύριος πρὸς Ὠσηὲ, βάδιζε, λάβε σεαυτῷ γυναῖκα πορνείας, καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου.

3Καὶ ἐπορεύθη, καὶ ἔλαβε τὴν Γόμερ, θυγατέρα Δεβηλαΐμ· καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν. 4Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραὲλ, διότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ. 5Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ.

6Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκε θυγατέρα· καὶ εἶπεν αὐτῷ, κάλεσον τὸ ὄνομα αὐτῆς, οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. 7Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι. 8Καὶ ἀπεγαλάκτισε τὴν οὐκ ἠλεημένην· καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱόν. 9Καὶ εἶπε, κάλεσον τὸ ὄνομα αὐτοῦ, οὐ λαός μου· διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν.

2Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται, ἐν τῷ τόπῳ, οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ Θεοῦ ζῶντος. 2Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.

3Εἴπατε τῷ ἀδελφῷ ὑμῶν, λαός μου, καὶ τῇ ἀδελφῇ ὑμῶν, ἠλεημένη. 4Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, 5ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα γενέσεως αὐτῆς· καὶ θήσω αὐτὴν ἔρημον, καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει. 6Καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν. 7Ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· ὅτι εἶπε, πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου, τῶν διδόντων μοι τοὺς ἄρτους μου, καὶ τὸ ὕδωρ μου, καὶ τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει.

8Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ· 9Καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς, καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς, καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ, πορεύσομαι, καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε, ἢ νῦν.

10Καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ. 11Διὰ τοῦτο ἐπιστρέψω, καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ· καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς· 12Καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐθεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου. 13Καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς, καὶ τὰς νουμηνίας αὐτῆς, καὶ τὰ σάββατα αὐτῆς, καὶ πάσας τὰς πανηγύρεις αὐτῆς. 14Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς, καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε, μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου· καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανου, καὶ τὰ ἑρπετὰ τῆς γῆς. 15Καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλεὶμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς· καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς, καὶ τὰ καθόρμια αὐτῆς, καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος.

16Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν, καὶ τάξω αὐτὴν ὡς ἔρημον, καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς, 17καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς· καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς, καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.

18Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκεῖνῃ, λέγει Κύριος, καλέσει με ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλείμ. 19Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν. 20Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπίδι. 21Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα· καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς, 22καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.

23Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ, 24καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ. 25Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἀγαπήσω τὴν οὐκ ἠγαπημένην, καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ· καὶ αὐτος ἐρεὶ, Κύριος ὁ Θεός μου εἶ σύ.

3Καὶ εἶπε, Κύριος πρὸς μὲ, ἔτι πορεύθητι, καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ, καὶ μοιχαλὶν, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἐπιβλέπουσιν ἐπὶ θεοὺς αλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδος. 2Καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου, καὶ γομὸρ κριθῶν, καὶ νέβελ οἴνου. 3Καὶ εἶπα πρὸς αὐτὴν, ἡμέρας πολλὰς καθήσῃ ἐπʼ ἐμοὶ, καὶ οὐ μὴ πορνεύσῃς, οὐδὲ μὴ γένῃ ἀνδρὶ, καὶ ἐγὼ ἐπὶ σοί.

4Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐδὲ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρ ίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων. 5Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν.

4Ἀκούσατε λόγον Κυρίου υἱοὶ Ἰσραὴλ, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. 2Ἀρὰ, καὶ ψεῦδος, καὶ φόνος καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφʼ αἵμασι μίσγουσι. 3Διὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ σμικρυνθήσεται σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς, καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν, 4ὅπως μηδεὶς μήτε δικάζηται, μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς. 5Καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει ὁ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.

6Ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κᾀγὼ ἀπώσομαί σε, τοῦμὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κᾀγὼ ἐπιλήσομαι τέκνων σου. 7Κατὰ τὸ πλῆθος αὐτῶν, οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. 8Ἁμαρτίας λαοῦ μου φάγονται· καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν. 9Καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς· καὶ ἐκδικήσω ἐπʼ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ. 10Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν· ἐπόρνευσαν, καὶ οὐ μὴ κατευθύνωσι· διότι τὸν Κύριον ἐγκατέλιπον τοῦ φυλάξαι.

11Πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου· 12ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὐτῶν. 13Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι. 14Καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ μὴ συνιὼν συνεπλέκετο μετὰ πόρνης.

15Σὺ δὲ Ἰσραὴλ μὴ ἀγνόει, καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὦν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον. 16Διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ. 17Μέτοχος εἰδώλων Ἐφραὶμ ἔθηκεν ἑαυτῷ σκάνδαλα, 18ἠρέτισε Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς. 19Συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.

5Ἀκούσατε ταῦτα οἱ ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα, ὅτι παγὶς ἐγενήθητε τῇ Σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, 2ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν· ἐγὼ δὲ παιδευτὴς ὑμῶν, 3ἐγὼ ἔγνων τὸν Ἐφραὶμ, καὶ Ἰσραὴλ οὐκ ἀπέστη ἀπʼ ἐμοῦ· διότι νῦν ἐξεπόρνευσεν Ἐφραὶμ, ἐμιάνθη Ἰσραήλ. 4Οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνίας ἐν αὐτοῖς ἐστίν· τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν.

5Καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν· καὶ ἀσθενήσει καὶ Ἰούδας μετʼ αὐτῶν. 6Μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν· ὅτι ἐκκέκλικεν ἀπʼ αὐτῶν, 7ὅτι τὸν Κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν.

8Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὦν, ἐξέστη Βενιαμὶν, 9Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά. 10Ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπʼ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.

11Κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε τὸ κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων. 12Καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραὶμ, καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα. 13Καὶ εἶδεν Ἐφραὶμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφραὶμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ οὗτος οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. 14Διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.

15Πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι, καὶ ζητήσουσι τὸ πρόσωπόν μου.

Ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μὲ, λέγοντες,

6πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, 2καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα, 3καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.

4Τί σοι ποιήσω Ἐφραίμ; τί σοι ποιήσω Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 5Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν· ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου· καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.

6Διότι ἔλεος θέλω ἢ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. 7Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου Γαλαὰδ πόλις, 8ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ, 9καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ, 10πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα· ἄρχου τρυγᾷν σεαυτῷ, 11ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου.

7Ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραὴλ, καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Ἐφραὶμ, καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ, 2ὅπως συνᾴδωσιν ὡς ᾄοντες τῇ καρδίᾳ αὐτῶν· πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο. 3Ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς, καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας. 4Πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογὸς, ἀπὸ φυράσεως στέατος, ἕως τοῦ ζυμωθῆναι αὐτό. 5Ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν. 6Διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτοὺς ὅλην τὴν νύκτα· ὕπνου Ἐφραὶμ ἐνεπλήσθη, πρωῒ ἐνεγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος. 7Πάντες ἐθερμάνθησαν ὡς κλίβανος, καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρὸς μέ.

8Ἐφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφραὶμ ἐγένετο ἐγκρυφίας, οὐ μεταστρεφόμενος. 9Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω. 10Καὶ ταπεινωθήσεται ἡ ὕβρις Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ· καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις.

11Καὶ ἦν Ἐφραὶμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν· 12Καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπʼ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.

13Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ. 14Καὶ οὐκ ἐβόησαν πρὸς μὲ αἱ καρδίαι αὐτῶν, ἀλλʼ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο. 15Ἐπαιδεύθησαν ἐν ἐμοὶ, κᾀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά. 16Ἀπεστράφησαν εἰς οὐδὲν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διʼ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.

8Εἰς κόλπον αὐτῶν, ὡς γῆ, ὡς ἀετὸς ἐπʼ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2Ἐμὲ κεκράξονται, ὁ Θεὸς, ἐγνώκαμέν σε· 3Ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθὰ, ἐχθρὸν κατεδίωξαν. 4Ἑαυτοῖς ἐβασίλευσαν, καὶ οὐ διʼ ἐμοῦ, ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν.

5Ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια, παρωξύνθη ὁ θυμός μου ἐπʼ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι 6ἐν τῷ Ἰσραήλ; καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7Ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. 8Κατεπόθη Ἰσραὴλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον, 9ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλε καθʼ ἑαυτὸν Ἐφραίμ· δῶρα ἠγάπησαν, 10διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι· νῦν εἰσδέξομαι αὐτοὺς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.

11Ὅτι ἐπλήθυνεν Ἐφραὶμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. 12Καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν, θυσιαστήρια τὰ ἠγαπημένα. 13Διότι ἐὰν θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν, καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 14Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτόν, καὶ ᾠκοδόμησαν τεμένη· καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.

9Μὴ χαῖρε Ἰσραήλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοὶ, διότι ἐπόρνευσας ἀπὸ τοῦ Θεοῦ σου· ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου. 2Ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. 3Οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ Κυρίου· κατῴκησεν Ἐφραὶμ Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 4Οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ αἱ θυσίαι αὐτῶν, ὡς ἄρτος πένθους αὐτοῖς· πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου.

5Τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως, καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ Κυρίου; 6Διὰ τοῦτο ἰδοὺ πορεύονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμάς· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει αὐτὸ, ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν.

7Ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου. 8Σκοπὸς Ἐφραὶμ μετὰ Θεοῦ· προφήτης παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ, μανίαν ἐν οἴκῳ Θεοῦ κατέπηξαν. 9Ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ, μνησθήσεται ἀδικίας αὐτῶν, ἐκδικήσει ἁμαρτίας αὐτῶν.

10Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον πατέρας αὐτῶν εἶδον· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι. 11Ἐφραὶμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων· 12Διότι καὶ ἐὰν ἐκθρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστι· σάρξ μου ἐξ αὐτῶν. 13Ἐφραὶμ, ὃν τρόπον εἶδον, εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Ἐφραὶμ, τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ.

14Δὸς αὐτοῖς Κύριε, τί δώσεις αὐτοῖς; μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς. 15Πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγάλ, ὅτι ἐκεῖ ἐμίσησα αὐτούς· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν, ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτοὺς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες. 16Ἐπόνεσεν Ἐφραίμ· τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν. 17Ἀπώσεται αὐτοὺς ὁ Θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.

10Ἄμπελος εὐκηματοῦσα Ἰσραὴλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς, ἐπλήθυνε τὰ θυσιαστήρια· κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ, ᾠκοδόμησε στήλας. 2Ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.

3Διότι νῦν ἐροῦσιν, οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον· ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν, 4λαλῶν ῥήματα προφάσεις ψευδεῖς; διαθήσεται διαθήκην, ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ. 5Τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπʼ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτὸν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ. 6Καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες, ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ. 7Ἀπέῤῥιψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος· 8Καὶ ἐξαρθήσονται βωμοὶ Ὦν ἁμαρτήματα τοῦ Ἰσραὴλ, ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι, καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς, πέσατε ἐφʼ ἡμᾶς.

9Ἀφʼ οὗ οἱ βουνοὶ, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τὲκνα ἀδικίας 10παιδεῦσαι αὐτούς· καὶ συναχθήσονται ἐπʼ αὐτοὺς λαοὶ, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. 11Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραὶμ, παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ.

12Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γεννήματα δικαιοσύνης ὑμῖν. 13Ἱνατί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου. 14Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχεν Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, 15οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.

11Ὄρθρου ἀπεῤῥίφησαν, ἀπεῤῥίφη βασιλεὺς Ἰσραήλ· ὅτι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. 2Καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον, καὶ τοῖς γλυπτοῖς ἐθυμίων. 3Καὶ ἐγὼ συνεπόδισα τὸν Ἐφραὶμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς. 4Ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου, καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ.

5Κατῴκησεν Ἐφραὶμ ἐν Αἰγύπτῳ, καὶ Ἀσσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ· ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι, 6καὶ ἠσθένησεν ἐν ῥομφαίᾳ ἐν ταῖς πόλεσιν αὐτοῦ· καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν, 7καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ ὁ Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν.

8Τί σε διαθῶμαι Ἐφραίμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῶ; ὡς Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβοείμ· μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· 9Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. 10Ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων. 11Ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.

12Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ, καὶ ἐν ἀσεβείαις οἶκος Ἰσραὴλ, καὶ Ἰούδα· νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς, καὶ ὁ λαὸς ἅγιος κεκλήσεται Θεοῦ.

2Ὁ δὲ Ἐφραὶμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. 3Καὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν, τοῦ ἐκδικῆσαι τὸν Ἰακώβ· κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ.

4Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. 5Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη· ἔκλαυσαν, καὶ ἐδεήθησάν μου· ἐν τῷ οἴκῳ Ὦν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς. 6Ὁ δὲ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. 7Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἔλεον καὶ κρίμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός.

8Χαναὰν, ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. 9Καὶ εἶπεν Ἐφραὶμ, πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ· πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, διʼ ἀδικίας ἃς ἥμαρτεν. 10Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέραι ἑορτῆς. 11Καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. 12Εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν, ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.

13Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ γυναικὶ ἐφυλάξατο. 14Καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη. 15Ἐθύμωσεν Ἐφραὶμ, καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει Κύριος αὐτῷ.

13Κατὰ τὸν λόγον Ἐφραὶμ δικαιώματα ἔλαβεν αὐτὸς ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτὰ τῇ Βάαλ καὶ ἀπέθανε. 2Καὶ νῦν προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν, κατʼ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσι, θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασι. 3Διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὡς χνοῦς ἀποφυσώμενος ἀφʼ ἅλωνος, καὶ ὡς ἀτμὶς ἀπὸ δακρύων. 4Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν οὐρανὸν, καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ. 5Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ 6κατὰ τὰς νομὰς αὐτῶν, καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό μου. 7Καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ, καὶ ὡς πάρδαλις· κατὰ τὴν ὁδὸν Ἀσσυρίων 8ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἡ ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.

9Τῇ διαφθορᾷ σου Ἰσραήλ τίς βοηθήσει; 10Ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας, δός μοι βασιλέα καὶ ἄρχοντα. 11Καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου.

12Συστροφὴν ἀδικίας Ἐφραὶμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ, 13ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ· οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. 14Ἐκ χειρὸς ᾅδου ῥύσομαι, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου.

15Διότι οὗτος ἀναμέσον ἀδελφῶν διαστελεῖ, ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπʼ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ, καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.

14Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαῤῥαγήσονται.

2Ἐπιστράφηθι Ἰσραὴλ πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου. 3Λάβετε μεθʼ ἑαυτῶν λόγους, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν, καὶ λάβητε ἀγαθὰ, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. 4Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφʼ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν, θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.

5Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψε τὴν ὀργήν μου ἀπʼ αὐτοῦ. 6Ἔσομαι ὡς δρόσος τῷ Ἰσραὴλ, ἀνθήσει ὡς κρίνον, καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος· 7Πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου. 8ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος· μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου 9τῷ Ἐφραίμ· τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτὸν, καὶ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.

10Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.