Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX BAR

BAR - Brenton Greek Text

ΒΑΡΟΥΧ

1ΚΑΙ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψε Βαροὺχ υἱὸς Νηρίου, υἱοῦ Μαασαίου, υἱοῦ Σεδεκίου, υἱοῦ Ἀσαδίου, υἱοῦ Χελκίου ἐν Βαβυλῶνι, 2ἐν τῷ ἔτει τῷ πέμπτῳ, ἐν ἑβδόμῃ τοῦ μηνὸς, ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἱερουσαλὴμ, καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.

3Καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ἰεχονίου υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον, 4καὶ ἐν ὠσὶ τῶν δυνατῶν, καὶ υἱῶν τῶν βασιλέων, καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σούδ. 5Καὶ ἔκλαιον, καὶ ἐνήστευον, καὶ ηὔχοντο ἐναντίον Κυρίου.

6Καὶ συνήγαγον ἀργύριον, καθὸ ἑκάστου ἠδύνατο ἡ χεὶρ, 7καὶ ἀπέστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου, υἱοῦ Σαλὼμ, τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς, καὶ πρὸς πάντα τὸν λαὸν, τοὺς εὑρεθέντας μετʼ αὐτοῦ ἐν Ἱερουσαλὴμ, 8ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου Κυρίου, τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ, ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτῃ τοῦ Σειουὰλ, σκεύη ἀργυρᾶ, ἃ ἐποίησε Σεδεκίας υἱὸς Ἰωσία βασιλεὺς Ἰούδα, 9μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς δεσμώτας, καὶ τοὺς δυνατοὺς, καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἱερουσαλὴμ, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

10Καὶ εἶπαν, ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας, καὶ λίβανον, καὶ ποιήσατε μάννα, καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ ἡμῶν, 11καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ εἰς ζωὴν Βαλτάσαρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς. 12Καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν, καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ ὑπὸ τὴν σκιὰν Βαλτάσαρ υἱοῦ αὐτοῦ, καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς, καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.

13Καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφʼ ἡμῶν, ἕως τῆς ἡμέρας ταύτης. 14Καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς, ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου, ἐν ἡμέρᾳ ἑορτῆς, καὶ ἐν ἡμέραις καιροῦ,

15Καὶ ἐρεῖτε, τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων, ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, 16καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς ἱερεῦσιν ἡμῶν, καὶ τοῖς προφήταις ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν, 17ὧν ἡμάρτομεν ἔναντι Κυρίου, 18καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν, 19ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγε Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου· καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς Κύριον Θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

20Καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ, καὶ ἡ ἀρὰ ἣν συνέταξε Κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ, ἐν ἡμέρᾳ ᾗ ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὐτη. 21Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν, ὧν ἀπέστειλε πρὸς ἡμᾶς. 22Καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς, ἐργάζεσθαι θεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατʼ ὀφθαλμοὺς Κυρίου Θεοῦ ἡμῶν.

2Καὶ ἔστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν, τοὺς δικάσαντας τὸν Ἰσραὴλ, καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν, 2καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα, τοῦ ἀγαγεῖν ἐφʼ ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, καθὰ ἐποίησεν ἐν Ἱερουσαλὴμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ, 3τοῦ φαγεῖν ἡμᾶς, ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ, καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ. 4Καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν, εἰς ὀνειδισμὸν, καὶ ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ, οὗ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖ.

5Καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ Θεῷ ἡμῶν, πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

6Τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων, ὡς ἡ ἡμέρα αὕτη. 7Ἃ ἐλάλησε Κύριος ἐφʼ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἃ ἦλθεν ἐφʼ ἡμᾶς, 8καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου, τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. 9Καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε Κύριος ἐφʼ ἡμᾶς, ὅτι δίκαιος ὁ Κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἃ ἐνετείλατο ἡμῖν. 10Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν·

11Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου, ἐν χειρὶ κραταιᾷ, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι, καὶ ἐν δυνάμει μεγάλῃ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη, 12ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσι τοῖς δικαιώμασί σου.

13Ἀποστραφήτω ὁ θυμός σου ἀφʼ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ.

14Εἰσάκουσον Κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου, καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς, 15ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ τὸ γένος αὐτοῦ.

16Κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ ἐννόησον εἰς ἡμᾶς, καὶ κλῖνον Κύριε τὸ οὖς σου, καὶ ἄκουσον.

17Ἄνοιξον ὀφθαλμούς σου, καὶ ἴδε, ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσι δόξαν καὶ δικαίωμα τῷ Κυρίῳ· 18ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος, ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν, καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ ἡ πεινῶσα, δώσουσί σοι δόξαν, καὶ δικαιοσύνην, Κύριε.

19Ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον κατὰ πρόσωπόν σου, Κύριε ὁ Θεὸς ἡμῶν· 20ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν·

21Οὕτως εἶπε Κύριος, κλίνατε τὸν ὦμον ὑμῶν, καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καθίσατε ἐπὶ τὴν γῆν, ἣν δέδωκα τοῖς πατράσιν ὑμῶν. 22Καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου, ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος, 23ἐκλείψειν ποιήσω ἐκ πόλεων Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ φωνὴν εὐφροσύνης, καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων. 24Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου, ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος· καὶ ἔστησας τοὺς λόγους σου, οὓς ἐλάλησας ἐν χερσὶ τῶν παίδων σου τῶν προφητῶν, τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν.

25Καὶ ἰδού ἐστιν ἐξεῤῥιμμένα τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ. 26Καὶ ἔθηκας τὸν οἶκον, οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῷ, ὡς ἡ ἡμέρα αὕτη, διὰ πονηρίαν οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα.

27Καὶ ἐποίησας εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιείκειάν σου, καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν, 28καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ, ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ἰσραὴλ, λέγων.

29Ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου, ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ·

30Ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσί μου, ὅτι λαὸς σκληροτράχηλός ἐστι· καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν, 31καὶ γνώσονται ὅτι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα, 32καὶ αἰνέσουσί με ἐν γῇ ἀποικισμοῦ αὐτῶν· καὶ μνησθήσονται τοῦ ὀνόματός μου, 33καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ, καὶ ἀπὸ πονηρῶν προσταγμάτων αὐτῶν, ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι Κυρίου.

34Καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, τῷ Ἁβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πληθυνῶ αὐτοὺς, καὶ οὐ μὴ σμικρυνθῶσι. 35Καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον, τοῦ εἶναί με αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

3Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραὴλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ. 2Ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου· 3ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.

4Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραὴλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραὴλ, καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἳ οὐκ ἤκουσαν τῆς φωνῆς σου Θεοῦ αὐτῶν, καὶ ἐκολλήθη ἡμῖν τὰ κακά. 5Μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ· 6ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ αἰνέσομέν σε Κύριε·

7Ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν, καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου· καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου.

8Ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ ἡμῶν.

9Ἄκουε Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. 10Τί ἐστιν Ἰσραήλ; τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, 11προσελογίσθης μετὰ τῶν εἰς ᾅδου, 12ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. 13Τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα.

14Μάθε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστιν σύνεσις, τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωὴ, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη. 15Τίς εὗρε τὸν τόπον αὐτῆς, καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς;

16Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν, καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, 17οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες, καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν; 18Ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν. 19Ἠφανίσθησαν, καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντʼ αὐτῶν.

20Νεώτεροι εἶδον φῶς, καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν, 21οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόῤῥω ἐγενήθησαν. 22Οὐδὲ ἠκούσθη ἐν Χαναὰν, οὐδὲ ὤφθη ἐν Θαιμάν.

23Οἵτε υἱοὶ Ἄγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μεῤῥὰν, καὶ Θαιμὰν, καὶ οἱ μυθολόγοι, καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.

24Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ; καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ; 25Μέγας, καὶ οὐκ ἔχει τελευτὴν, ὑψηλὸς καὶ ἀμέτρητος. 26Ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ, ἀπʼ ἀρχῆς γενόμενοι εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον. 27Οὐ τούτους ἐξελέξατο ὁ Θεὸς, οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς. 28Καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.

29Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; 30Τίς διέβη πέραν τῆς θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; 31Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς.

32Ἀλλʼ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. 33Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· 34Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, πάρεσμεν· ἔλαμψαν μετʼ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς.

35Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. 36Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπʼ αὐτοῦ. 37Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.

4Αὑτὴ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν, ἀποθανοῦνται. 2Ἐπιστρέφου Ἱακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. 3Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.

4Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι. 5Θαρσεῖτε λαός μου, μνημόσυνον Ἰσραήλ. 6Ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ τὸ παροργίσαι ὑμᾶς τὸν Θεόν· παρεδόθητε τοῖς ὑπεναντίοις. 7Παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς, θύσαντες δαιμονίοις, καὶ οὐ Θεῷ. 8Ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ἡμᾶς Ἱερουσαλήμ.

9Εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ, καὶ εἶπεν, ἀκούσατε αἱ πάροικοι Σιὼν, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα. 10Εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος. 11Ἔθρεψα γὰρ αὐτοὺς μετʼ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους.

12Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθήσῃ ὑπὸ πολλῶν, ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, 13καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.

14Ἐλθέτωσαν αἱ πάροικοι Σιὼν, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος. 15Ἐπήγαγε γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ᾐσχύνθησαν πρεσβύτην, οὐδὲ παιδίον ἠλέησαν, 16καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν. 17Ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν; Ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ, ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. 18Βαδίζετε τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος. 19Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, 20ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.

21Θαῤῥεῖτε τέκνα, βοήσατε πρὸς τὸν Θεὸν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρος ἐχθρῶν.

22Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν· καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.

23Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα. 24Ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.

25Τέκνα μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν, κατεδίωξέ σε ὁ ἐχθρὸς, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ. 26Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ᾔρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.

27Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεὸν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία. 28Ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν. 29Ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ, ἐπάξει ὑμῖν τὴν αἱώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.

30Θάρσει Ἱερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε. 31Δείλαιοι οἱ σὲ κακώσαντες, καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει· 32Δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου. 33Ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει, καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ. 34Καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος. 35Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.

36Περίβλεψον πρὸς ἀνατολὰς Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην. 37Ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ.

5Ἔκδυσαι Ἱερουσαλὴμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου, καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ Θεοῦ δόξης εἰς τὸν αἰῶνα.

2Περιβαλοῦ τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου. 3Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπʼ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. 4Κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, εἰρήνη δικαιοσύνης, καὶ δόξα θεοσεβείας.

5Ἀνάστηθι Ἱερουσαλὴμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ, καὶ περίβλεψαι πρὸς ἀνατολὰς, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντας τῇ τοῦ Θεοῦ μνείᾳ. 6Ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ Θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.

7Συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν, καὶ θῖνας ἀεννάους, καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ. 8Ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ. 9Ἡγήσεται γὰρ ὁ Θεὸς Ἰσραὴλ μετʼ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ, σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρʼ αὐτοῦ.