Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX NAH

NAM - Brenton Greek Text

ΝΑΟΥΜ. Ζʹ

1ΛΗΜΜΑ Νινευὴ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.

2Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. 3Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῶον οὐκ ἀθωώσει Κύριος· ἐν συντελείᾳ, καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. 4Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανίτις, καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. 5Τὰ ὄρη ἐσείσθησαν ἀπʼ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 6Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπʼ αὐτοῦ.

7Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν. 8Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος. 9Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπιτοαυτὸ ἐν θλίψει. 10Ὅτι ἕως θεμελίου αὐτοῦ χερσωθήσεται· καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή.

11Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ βουλευόμενος ἐναντία.

12Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι. 13Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμοὺς διαῤῥήξω.

14Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτὰ, θήσομαι ταφήν σου, ὅτι ταχεῖς.

2Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν.

2Συντετέλεσται, ἐξῇρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως· σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα.

3Διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν τοῦ Ἰσραὴλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν. 4Ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται 5ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.

6Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. 7Πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσε, 8καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὕτη ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν. 9Καὶ Νινευὴ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων.

10Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ἐπὶ πάντα τὰ σκεὺη τὰ ἐπιθυμητὰ αὐτῆς. 11Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ ἐκβρασμὸς, καὶ καρδίας θραυσμὸς, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδίνες ἐπὶ πᾶσαν ὀσφύν· καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.

12Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις; ποῦ ἐπορεύθη λέων, τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνον λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; 13Λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.

14Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολοθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου.

3Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, ἀδικίας πλήρης, οὐ ψηλαφηθήσεται θήρα. 2Φωνὴ μαστίγων, καὶ φωνὴ σεισμοῦ τροχῶν, καὶ ἵππου διώκοντος, καὶ ἅρματος ἀναβράσσοντος, 3καὶ ἱππέως ἀναβαίνοντος, καὶ στιλβούσης ῥομφαίας, καὶ ἐξαστραπτόντων ὅπλων, καὶ πλήθους τραυματιῶν, καὶ βαρείας πτώσεως, καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς· καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας· 4πόρνη καλὴ, καὶ ἐπίχαρις ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς.

5Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου, καὶ βασιλείαις τὴν ἀτιμίαν σου. 6Καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα. 7Καὶ ἔσται, πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ, καὶ ἐρεῖ, δειλαία Νινευή· τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ;

8Ἑτοιμασὰι μερίδα, ἁρμόσαι χορδὴν, ἑτοιμάσαι μερίδα Ἀμμών· ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς, 9καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς, καὶ Αἴγυπτος· καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς. 10Καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπʼ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους· καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις. 11Καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. 12Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσι, πεσοῦνται εἰς στόμα ἔσθοντος. 13Ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοὶ, τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.

14Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν, καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον. 15Ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος. 16Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε, καὶ ἐξεπετάσθη. 17Ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς.

18Ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου, ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.

19Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου, πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διαπαντός;