Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXX By Document By SectionBy ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

BrLXX WIS

WIS - Brenton Greek Text

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ

1ἈΓΑΠΗΣΑΤΕ δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν. 2Ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτὸν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. 3Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.

4Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. 5Ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.

6Φιλάνθρωπον γὰρ πνεῦμα σοφία, καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς, καὶ τῆς γλώσσης ἀκουστής· 7ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.

8Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴν παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. 9Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ. 10Ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

11Φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.

12Μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν, μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἔργοις χειρῶν ὑμῶν· 13ὅτι ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπʼ ἀπωλείᾳ ζώντων. 14Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς. 15Δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν· 16ἀσεβεῖς δὲ ταῖς χερσὶ καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτὸν, φίλον ἡγησάμεμοι αὐτὸν ἐτάκησαν, καὶ συνθήκην ἔθεντο πρὸς αὐτὸν, ὅτι ἄξιοί εἰσι τῆς ἐκείνου μερίδος εἶναι.

2Εἶπον γὰρ ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς, ὀλίγος ἐστὶ καὶ λυπηρὸς ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου, καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου. 2Ὅτι αὐτοσχεδίως ἐγεννήθημεν, καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες, ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν, 3οὗ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ. 4Καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ, καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης, καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου, καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.

5Σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν, ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.

6Δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν, καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως. 7Οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν, καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος. 8Στεψώμεθα ῥόδων κάλυξι πρινὴ μαρανθῆναι. 9Μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας, πανταχῆ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης, ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.

10Καταδυναστεύσωμεν πένητα δίκαιον, μὴ φεισώμεθα χήρας, μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους. 11Ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης, τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται.

12Ἐνεδρεύσωμεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. 13Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. 14Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. 15Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. 16Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει ἔσχατα δικαίων, καὶ ἀλαζονεύεται πατέρα Θεόν.

17Ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. 18Εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς Θεοῦ, ἀντιλήμψεται αὐτοῦ, καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. 19Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. 20Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.

21Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια 22Θεοῦ, οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος, οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.

23Ὅτι ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν ἀτόν. 24Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· πειράζουσι δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.

3Δίκαιων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. 2Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, 3καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ· 4Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.

5Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. 6Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς.

7Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. 8Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. 9Οἱ πεποιθότες ἐπʼ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ. 10Οἱ δὲ ἀσεβεῖς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν, οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ Κυρίου ἀποστάντες.

11Σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν, καὶ οἱ κόποι ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν. 12Αἱ γυναῖκες αὐτῶν ἄφρονες, καὶ πονηρὰ τὰ τέκνα αὐτῶν.

13Ἐπικατάρατος ἡ γένεσις αὐτῶν, ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτης ἐν παραπτώματι, ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν.

14Καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρά· δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ, καὶ κλῆρος ἐν ναῷ Κυρίου θυμηρέστερος· 15Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεὴς, καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως.

16Τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται, καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται. 17Ἐάν τε γὰρ μακρόβιοι γένωνται, εἰς οὐθὲν λογισθήσονται, καὶ ἄτιμον ἐπʼ ἐσχάτον τὸ γῆρας αὐτῶν. 18Ἐάν τε ὀξέως τελευτήσωσιν, οὐχ ἕχουσιν ἐλπίδα, οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον· 19γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη.

4Κρείσσων ἀτεκνία μετὰ ἀρετῆς, ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις· 2παροῦσάν τε μιμοῦνται αὐτὴν, καὶ ποθοῦσιν ἀπελθοῦσαν καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.

3Πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος, οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει. 4Κᾂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ, ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται, καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται. 5Περικλασθήσονται κλῶνες ἀτέλεστοι, καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν, καὶ εἰς οὐθὲν ἐπιτήδειος. 6Ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσι πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν. 7Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.

8Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. 9Πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. 10Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. 11Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. 12Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. 13Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς. 14Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. 15Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

16Κατακρινεῖ δὲ δίκαιος καμὼν τοῦς ζῶντας ἀσεβεῖς, καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου. 17Ὄψονται γὰρ τελευτὴν σοφοῦ, καὶ οὐ νοήσουσι τί ἐβουλεύσατο περὶ αὐτοῦ, καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ Κύριος. 18Ὄψονται καὶ ἐξουθενήσουσιν, αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται· καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον, καὶ εἰς ὕβριν ἐν νεκροῖς διʼ αἰῶνος. 19Ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται, καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. 20Ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοὶ, καὶ ἐλέγξει αὐτοὺς ἐξεναντίας τὰ ἀνομήματα αὐτῶν.

5Τότε στήσεται ἐν παῤῥησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ. 2Ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας. 3Ἐροῦσιν ἑαυτοῖς μετανοοῦντες, καὶ διὰ στενοχωρίαν πνεύματος στενάζοντες,

Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ. 4Οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. 5Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; 6Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. 7Ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας, καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.

8Τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία; καὶ τὶ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; 9Παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ, καὶ ὡς ἀγγελία παρατρέχουσα· 10ὡς ναῦς δειρχομενη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν· 11ἢ ὡς ὀρνέου διϊπτάντος ἀέρα, οὐθὲν εὑρίσκεται τεκμήριον πορείας, πληγῇ δὲ ταρσῶν μαστιζόμενον πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ῥοιζου, κινουμένων πτερύγων διωδεύθη, καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ· 12ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν, τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη, ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ· 13οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν· καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι, ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.

14Ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χοῦς ὑπὸ ἀνέμου, καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτὴ, καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη, καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσε.

15Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ. 16Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.

17Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. 18Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. 19Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, 20ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.

21Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται. 22Καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.

23Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.

6Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. 2Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρομένοι ἐπὶ ὄχλοις ἐθνῶν. 3Ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα, καὶ τὰς βουλὰς διερευνήσει. 4Ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε· 5φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται. 6Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται· 7οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος· ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν, ὁμοίως τε προνοεῖ περὶ πάντων. 8Τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.

9Πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου, ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε. 10Οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν. 11Ἐπιθυμήσατε οὖν τῶν λόγων μου, ποθήσατε καὶ παιδευθήσεσθε.

12Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν.

13Φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. 14Ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ. 15Τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας διʼ αὐτὴν ταχέως ἀμέριμνος ἔσται. 16Ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς, καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς. 17Ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη, 18ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, 19ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ. 20Ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.

21Εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· 22Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλʼ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω, καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς, καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν· 23οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ. 24Πλῆθος δὲ σοφῶν σωτηρία κόσμου, καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου. 25Ὥστε παιδεύεσθε τοῖς ῥήμασί μου, καὶ ὠφεληθήσεσθε.

7Εἰμι μὲν κᾀγὼ θνητὸς ἄνθρωπος, ἶσος ἅπασι, καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου. 2Καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ δεκαμηνιαίῳ χρόνῳ, παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης. 3Καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἶσα κλαίων. 4Ἐν σπαργάνοις ἀνετράφην, καὶ ἐν φροντίσιν. 5Οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχε γενέσεως ἀρχήν. 6Μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση.

7Διὰ τοῦτο ηὐξάμην, καὶ φρόνησις ἐδόθη μοι, ἐπεκαλεσάμην, καὶ ἦλθέ μοι πνεῦμα σοφίας. 8Προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων, καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς. 9Οὐδὲ ὁμοίωσα αὐτῇ λίθον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς. 10Ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν, καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.

11Ἦλθε δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετʼ αὐτῆς, καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς. 12Εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία, ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων.

13Ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι. 14Ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ χρησάμενοι πρὸς Θεὸν ἐστείλαντο φιλίαν, διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.

15Ἐμοὶ δὲ δῴη ὁ Θεὸς εἰπεῖν κατὰ γνώμην, καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι, καὶ τῶν σοφῶν διορθωτής. 16Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. 17Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, 18ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, 19ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, 20φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, 21ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων.

22Ἡ γὰρ πάντων τεχνίτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, σαφὲς, ἀπήμαντον, φιλάγαθον, ὀξὺ, ἀκώλυτον, εὐεργετικὸν, 23φιλάνθρωπον, βέβαιον, ἀσφαλὲς, ἀμέριμνον, παντοδύναμον, πανεπίσκοπον, καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων.

24Πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. 25Ἀτμὶς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως. καὶ ἀπόῤῥοια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει. 26Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. 27Μία δὲ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει, καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα, φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει.

28Οὐθὲν γὰρ ἀγαπᾷ ὁ Θεὸς, εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα. 29Ἔστι γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν, φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα. 30Τοῦτο μὲν γὰρ διαδέχεται νὺξ, σοφίας δὲ οὐκ ἀντισχύει κακία.

8Διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως, καὶ διοικεῖ τὰ πάντα χρηστῶς.

2Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. 3Εὐγένειαν δοξάζει συμβίωσιν Θεοῦ ἔχουσα, καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν. 4Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.

5Εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ, τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης; 6Εἰ δὲ φρόνησις ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστι τεχνίτης; 7Καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρίαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. 8Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων.

9Ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν, εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν, καὶ παραίνεσις φροντίδων καὶ λύπης. 10Ἕξω διʼ αὐτὴν δόξαν ἐν ὄχλοις, καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος. 11Ὀξὺς εὑρεθήσομαι ἐν κρίσει, καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι. 12Σιγῶντά με περιμενοῦσι, καὶ φθεγγομένῳ προσέξουσι, καὶ λαλοῦντος ἐπιπλεῖον, χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.

13Ἕξω διʼ αὐτὴν ἀθανασίαν, καὶ μνήμην αἰώνιον τοῖς μετ ἐμὲ ἀπολείψω. 14Διοικήσω λαοὺς, καὶ ἔθνη ὑποταγήσεταί μοι. 15Φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοὶ, ἐν πλήθει φανοῦμαι ἀγαθὸς, καὶ ἐν πολέμῳ ἀνδρεῖος. 16Εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ· οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλὰ εὐφροσύνην καὶ χαράν.

17Ταῦτα λογισάμενος ἐν ἐμαυτῷ, καὶ φροντίσας ἐν καρδίᾳ μου, ὅτι ἐστὶν ἀθανασία ἐν συγγενείᾳ σοφίας, 18καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ, καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς, καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.

19Παῖς δὲ ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς, 20μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον. 21Γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς, ἐὰν μὴ ὁ Θεὸς δῷ, καὶ τοῦτο δʼ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις, ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου,

9Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, 2καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, 3καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ· 4δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου. 5Ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου, ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων.

6Κᾂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται.

7Σύ με προείλω βασιλέα λαοῦ σου, καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων. 8Εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου, καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον, μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπʼ ἀρχῆς. 9Καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου, καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον, καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου, καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου. 10Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν, καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτὴν, ἵνα συμπαροῦσά μοι κοπιάσῃ, καὶ γνῷ τί εὐάρεστόν ἐστι παρὰ σοί. 11Οἶδε γὰρ ἐκείνη πάντα καὶ συνιεῖ, καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως, καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς. 12Καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου, καὶ διακρινῶ τὸν λαόν σου δικαίως, καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου.

13Τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν Θεοῦ; ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ Κύριος; 14Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. 15Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα. 16Καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασε; 17Βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν, καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων; 18Καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι, καὶ τῇ σοφίᾳ ἐσώθησαν.

10Αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξε, καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου, 2ἔδωκέ τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.

3Ἀποστὰς δὲ ἀπʼ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ, ἀδελφοκτόνοις συναπώλετο θυμοῖς, 4διʼ ὃν κατακλυζομένην γῆν πάλιν διέσωσε σοφία, διʼ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα. 5Αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων εὗρε τὸν δίκαιον, καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον Θεῷ, καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.

6Αὕτη δίκαιον, ἐξαπολλυμένων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα πῦρ καταβάσιον Πενταπόλεως· 7οἷς ἐτὶ μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά· ἀπιστοῦσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός. 8Σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλὰ, ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσι. 9Σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο.

10Αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις, ἔδειξεν αὐτῷ βασιλείαν Θεοῦ, καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων, εὐπόρησεν αὐτὸν ἐν μόχθοις, καὶ ἐπλήθυνε τοὺς πόνους αὐτοῦ. 11Ἐν πλεονεξίᾳ κατισχύοντων αὐτὸν παρέστη, καὶ ἐπλούτισεν αὐτόν. 12Διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν, καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ, ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.

13Αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐῤῥύσατο αὐτόν· 14συγκατέβη αὐτῷ εἰς λάκκον, καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτὸν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδειξε τοὺς μωμησαμένους αὐτὸν, καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.

15Αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐῤῥύσατο ἐξ ἔθνους θλιβόντων.

16Εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου, καὶ ἀντέστη βασιλεῦσι φοβεροῖς ἐν τέρασι καὶ σημείοις. 17Ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν, ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ, καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας, καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα. 18Διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν, καὶ διήγαγεν αὐτοὺς διʼ ὕδατος πολλοῦ. 19Τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσε, καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς. 20Διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς, καὶ ὕμνησαν Κύριε τὸ ὄνομα τὸ ἅγιόν σου, τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν. 21Ὅτι ἡ σοφία ἤνοιξε στόμα κωφῶν, καὶ γλώσσας νηπίων ἔθηκε τρανάς.

11Εὐωδώσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου. 2Διώδευσαν ἔρημον ἀοίκητον, καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς. 3Ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς. 4Ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ, καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ. 5Διʼ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν. 6Ἀντὶ μὲν πηγῆς ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντες 7εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως· 8δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.

9Ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο. 10Τούτους μὲν γὰρ ὡς πατὴρ νουθεντῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. 11Καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο. 12Διπλῆ γὰρ αὐτοὺς ἔλαβε λύπη, καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν. 13Ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετουμένους αὐτοὺς, ᾔσθοντο τοῦ Κυρίου. 14Τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν, οὐχ ὅμοια δικαίοις διψήσαντες.

15Ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζώων εἰς ἐκδίκησιν, 16ἵνα γνῶσιν ὅτι διʼ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.

17Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης, ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων, ἢ θρασεῖς λέοντας, 18ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους, ἤτοι πυρπνόον φυσῶντας ἆσθμα, ἢ βρόμους λικμωμένους καπνοῦ, ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας· 19ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρίψαι αὐτοὺς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι. 20Καὶ χωρὶς δὲ τούτων, ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες, καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας. 21Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τις ἀντιστήσεται; 22Ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου, καὶ ὡς ῥανὶς δρόσον ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.

23Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. 24Ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας, οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. 25Πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἐθέλησας; ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη; 26Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι, δέσποτα φιλόψυχε.

12Τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι. 2Διὸ τοὺς παραπίπτοντας κατʼ ὀλίγον ἐλέγχεις, καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σὲ Κύριε. 3Καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς 4μισήσας, ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν, καὶ τελετὰς ἀνοσίους, 5τέκνων τε φονέας ἀνελεήμονας, καὶ σπλαγχνοφάγων ἀνθρωπίνων σαρκῶν θοῖναν, 6καὶ αἴματος ἐκ μέσου μυσταθείας σου, καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων, ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν· 7ἵνα ἀξίαν ἀποικίαν δέξηται Θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.

8Ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω, ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας, ἵνα αὐτοὺς καταβραχὺ ἐξολοθρεύσωσιν. 9Οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι, ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρίψαι· 10κρίνων δὲ καταβραχὺ ἐδίδους τόπον μετανοίας, οὐκ ἀγνοῶν, ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν, καὶ ἔμφυτος ἡ κακία αὐτῶν, καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα· 11σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς· οὐδὲ εὐλαβούμενός τινα, ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους. 12Τίς γὰρ ἐρεῖ, τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας; ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων; 13Οὔτε γὰρ Θεός ἐστι πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων, ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας.

14Οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἀπώλεσας. 15Δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις, αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριαν ἡγούμενος τῆς σῆς δυνάμεως. 16Ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχὴ, καὶ τὸ πάντων σε δεσπόζειν, πάντων φείδεσθαι ποιεῖ. 17Ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι, καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις. 18Σὺ δὲ δεσπόζεν ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς· πάρεστι γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι.

19Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων, ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον· καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἑπὶ ἁμαρτήμασι μετάνοιαν. 20Εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ δεήσεως, δοὺς χρόνους καὶ τόπον διʼ ὧν ἀπαλλαγῶσι τῆς κακίας· 21μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων; 22Ἡμᾶς οὖν παιδεύων, τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες, κρινόμενοι δὲ προσδοκῶμει ἔλεος.

23Ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους, διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων. 24Καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν, θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζώοις τῶν ἐχθρῶν ἄτιμα, νηπίων δίκην ἀφρόνων ψευσθέντες. 25Διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας. 26Οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες, ἀξίαν Θεοῦ κρίσιν πειράσουσιν. 27Ἐφʼ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν, ἐπὶ τούτοις οὓς ἐδόκουν θεοὺς, ἐν αὐτοῖς κολαζόμενοι, ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι, Θεὸν ἐπέγνωσαν ἀληθῆ· διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπʼ αὐτοὺς ἐπῆλθε.

13Μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν Θεοῦ ἀγνωσία, καὶ ἐκ τῶν ὁρομένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα, οὔτε τοῖς ἔργοις προσχόντες ἐπέγνωσαν τὸν τεχνίτην. 2Ἀλλʼ ἢ πῦρ, ἢ πνεῦμα, ἢ ταχινὸν ἀέρα, ἢ κύκλον ἄστρων, ἢ βίαιον ὕδωρ, ἢ φωστῆρας οὐρανοῦ, πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν. 3Ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι, θεοὺς ὑπελάμβανον, γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων· ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά. 4Εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες, νοησάτωσαν ἀπʼ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν.

5Ἐκ γὰρ μεγέθους καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. 6Ἀλλʼ ὅμως ἐπὶ τούτοις ἐστὶ μέμψις ὀλίγη, καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται Θεὸν ζητοῦντες, καὶ θέλοντες εὑρεῖν. 7Ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσι, καὶ πείθονται τῇ ὄψει, ὅτι καλὰ τὰ βλεπόμενα. 8Πάλιν δὲ οὐδʼ αὐτοὶ συγγνωστοί. 9Εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι, ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα, τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον;

10Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτων, οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα, καὶ ἀπεικάσματα ζώων, ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας. 11Εἰ δὲ καί τις ὑλοτῦμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας, περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ, καὶ τεχνησέμενος εὐπρεπῶς κατεσκεύασε χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς, 12τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη, 13τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον, ξύλον σκολιὸν, καὶ ὄζοις συμπεφυκὸς, λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ, καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτὸ, ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου, 14ἢ ζώῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ, καταχρίσας μίλτῳ, καὶ φύκει ἐρυθῄνας χρόαν αὐτοῦ, καὶ πᾶσαν κηλίδα τὴν ἐν αὐτῷ καταχρίσας. 15Καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα, ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ· 16ἵνα μὲν οὖν μὴ καταπέσῃ, προενόησεν αὐτοῦ, εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι, καὶ γάρ ἐστιν εἰκὼν, καὶ χρείαν ἔχει βοηθείας.

17Περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος, οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν. 18Καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται, περὶ δὲ ζωῆς τὸν νεκρὸν ἀξιοῖ, περὶ δὲ ἐπικουρίας τὸν ἀπειρότατον ἱκετεύει, περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον, 19περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.

14Πλοῦν τις πάλιν στελλόμενος, καὶ ἄγρια μέλλων διοδεύειν κύματα, τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται. 2Ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησε, τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν· 3ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ· 4δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν, ἵνα κᾂν ἄνευ τέχνης τις ἐπιβῇ. 5Θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα, διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.

6Καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων, ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα, ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηθεῖσα χειρί. 7Εὐλόγηται γὰρ ξύλον διʼ οὗ γίνεται δικαιοσύνη.

8Τὸ χειροποίητον δέ ἐπικατάρατον αὐτὸ, καὶ ὁ ποιήσας αὐτὸ, ὅτι ὁ μὲν εἰργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη. 9Ἐν ἴσῳ γὰρ μισητὰ Θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ. 10Καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθησεται. 11Διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται, ὅτι ἐν κτίσματι Θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν, καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων, καὶ εἰς παγίδα ποσὶνἀφρόνων.

12Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. 13Οὔτε γὰρ ἦν ἀπʼ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. 14Κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς κόσμον, καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. 15Ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ, τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον, νῦν ὡς θεὸν ἐτίμησεν, καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. 16Εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη, 17καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς.

18Εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία. 19Ὁ μὲν γὰρ τάχα τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον. 20Τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασμα ἐλογίσαντο. 21Καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον, ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.

22Εἶτʼ οὐκ ἤρκεσε τὸ πλανᾶσθαι περὶ τὴν τοῦ Θεοῦ γνῶσιν, ἀλλὰ καὶ μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ, τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν. 23Ἢ γὰρ τεκνοφόνους τελετὰς, ἢ κρύφια μυστήρια, ἢ ἐμμανεῖς ἐξ ἄλλων θεσμῶν κώμους ἄγοντες, 24οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν, ἕτερος δʼ ἕτερον ἢ λοχῶν ἀναιρεῖ, ἢ νοθεύων ὀδυνᾷ. 25Πάντα δʼ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος, φθορὰ, ἀπιστία, ταραχὴ, ἐπιορκία, 26θόρυβος ἀγαθῶν, χάριτος ἀμνησία, ψυχῶν μιασμὸς, γενέσεως ἐναλλαγὴ, γάμων ἀταξία, μοιχεία, καὶ ἀσέλγεια. 27Ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν. 28Ἢ γὰρ εὐφραινόμενοι μεμῄνασιν, ἢ προφητεύουσι ψευδῆ, ἢ ζῶσιν ἀδίκως, ἢ ἐπιορκοῦσι ταχέως. 29Ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις, κακῶς ὀμόσαντες, ἀδικηθῆναι οὐ προσδέχονται.

30Ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια, ὅτι κακῶς ἐφρόνησαν περὶ Θεοῦ προσχόντες εἰδώλοις, καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος. 31Οὐ γὰρ ἡ τῶν ὀμνυομένων δύναμις, ἀλλʼ ἡ τῶν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν.

15Σὺ δὲ ὁ Θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθὴς, μακρόθυμος καὶ ἐν ἐλέει διοικῶν τὰ πάντα. 2Καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεθα δὲ, εἰδότες ὅτι σοὶ λελογίσμεθα. 3Τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη, καὶ εἰδέναι τὸ κράτος σου ῥίζα ἀθανασίας. 4Οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια, οὐδὲ σκιαγράφων πόνος ἄκαρπος, εἶδος σπιλωθὲν χρώμασι διηλλαγμένοις. 5ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται, ποθεῖ, τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.

6Κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων, καὶ οἱ δρῶντες, καὶ οἱ ποθοῦντες, καὶ οἱ σεβόμενοι. 7Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον, πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἕκαστον. ἀλλʼ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη, τά τε ἐναντία, πάνθʼ ὁμοίως· τούτων δὲ ἑκατέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός. 8Καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ, ὃς πρὸ μικροῦ ἐκ γῆς γεννηθεὶς μετʼ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.

9Ἀλλʼ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν, οὐδʼ ὅτι βραχυτελῆ βίον ἔχει, ἀλλʼ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται, καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει. 10Σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηδοῦ τε ἀτιμότερος ὁ βίος αὐτον· 11ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν, καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα πνεῦμα ζωτίκον. 12Ἀλλʼ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον πανεγυρισμὸν ἐπικερδῆ· δεῖν γάρ φησιν ὅθεν δὴ κᾂν ἐκ κακοῦ πορίζειν. 13Οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει, ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.

14Πάντες δʼ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου, οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν. 15Ὅτι καὶ πάντα εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεοὺς, οἷς οὔτε ὁμμάτων χρῆσις εἰς ὅρασιν, οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος, οὔτε ὦτα ἀκούειν, οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν, καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν. 16Ἄνθρωπος γὰρ ἐποίησεν αὐτοὺς, καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν· 17θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστι τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε. 18Καὶ τὰ ζῶα δὲ τὰ ἔχθιστα σέβονται, ἄνοια γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα. 19Οὐδʼ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζώων ὄψει καλὰ τυγχάνει, ἐκπέφευγε δὲ καὶ τὸν τοῦ Θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.

16Διὰ τοῦτο διʼ ὁμοίων ἐκολάσθησαν ἀξίως, καὶ διὰ πλήθους κνωδάλον ἐβασανίσθησαν. 2Ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου, εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν, τροφὴν ἡτοίμασας ὀρτυγομήτραν, 3ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν, διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται, αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως. 4Ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσι, τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο. 5Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθε θηρίων θυμὸς, δήγμασί τε σκολιῶν διεφθείροντο ὄφεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου.

6Εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν, σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου. 7Ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα. 8Καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν, ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ. 9Οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα, καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ησαν ὑπὸ τοιούτων κολασθῆναι. 10Τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες, τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθε καὶ ἰάσατο αὐτούς. 11Εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο, καὶ ὀξέως διεσώζοντο, ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην, ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.

12Καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτοὺς, ἀλλὰ ὁ σός Κύριε λόγος ὁ πάντα ἰώμενος. 13Σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις, καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις. 14Ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ, ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει, οὐδὲ ἀναλύει ψυχὴν παραληφθεῖσαν. 15Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.

16Ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς, ἐν ἰσχύϊ βραχίονός σου ἐμαστιγώθησαν, ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις, καὶ πυρὶ καταναλισκόμενοι.

17Τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννῦντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ· ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶ δικαίων. 18Ποτὲ μὲν γὰρ ἡμεροῦτο φλὸξ, ἵνα μὴ καταφλέξῃ τὰ ἐπʼ ἀσεβεῖς ἀπεσταλμένα ζῶα, ἀλλʼ αὐτοὶ βλέποντες ἴδωσιν, ὅτι Θεοῦ κρίσει ἐλαύνονται. 19Ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δυναμιν φλέγει, ἵνα ἀδίκου γῆς γεννήματα διαφθείρῃ. 20Ἀνθʼ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸ λαόν σου, καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπʼ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως, πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν. 21Ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα ἐνεφάνισε, τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν, πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο. 22Χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ, καὶ οὐκ ἐτήκετο, ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγομένον, ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον.

23Τοῦτο πάλιν δʼ ἵνα τραφῶσι δίκαιοι, καὶ τῆς ἰδίας ἐπιλελῆσθαι δυνάμεως. 24Ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων, καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν εἰς σὲ πεποιθότων.

25Διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη, τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρετεῖ, πρὸς τὴν τῶν δεομένων θέλησιν· 26ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τούς σοι πιστεύοντας διατηρεῖ.

27Τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον, ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο· 28ὅπως γνωστὸν ᾖ, ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπʼ εὐχαριστίαν σου, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι. 29Ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.

17Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν. 2Ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι, δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς, κατακλεισθέντες ὀρόφοις, φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο. 3Λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν, ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν, θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι. 4Οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβως διεφύλασσεν, ἦχοι δὲ καταράσσοντες αὐτοὺς περιεκόμπουν, και φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.

5Καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυε φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα. 6Διεφαίνετο δʼ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως, ἡγοῦντο χείρω τὰ βλεπόμενα. 7Μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος. 8Οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.

9Καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι, 10διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.

11Δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικαζομένη, ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει. 12Οὐθὲν γάρ ἐστι φόβος, εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων. 13Ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία, πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας. 14Οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν, τὸν αὐτὸν ὕπνον κοιμώμενοι, 15τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν. 16Εἶθʼ οὕτως, ὃς δήποτʼ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς. 17Εἴτε γὰρ γεωργὸς ἦν τις, ἢ ποιμὴν, ἢ τῶν κατʼ ἐρημίαν ἐργάτης μόχθων, προληφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην· μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν.

18Εἴτε πνεῦμα συρίζον, ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς, ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ, ἢ κτύπος ἀπηνῆς καταῤῥιπτομένων πετρῶν, 19ἢ σκιρτώντων ζώων δρόμος ἀθεώρητος, ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ, ἢ ἀντανακλωμένη ἐκ κοιλοτάτων ὀρέων ἠχὼ, παρέλυσεν αὐτοὺς ἐκφοβοῦντα. 20Ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ, καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις. 21Μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ, εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.

18Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς, ὧν φωνὴν μὲν ἀκούοντες, μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὖν κᾀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον, 2ὅτι δὲ οὐ βλάπτουσι προηδικημένοι, εὐχαριστοῦσι, καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο. 3Ἀνθʼ ὧν πυριφλεγῆ στύλον, ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες. 4Ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς, καὶ φυλακισθῆναι ἐν σκότει, οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, διʼ ὧν ἤμελλε τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι.

5Βουλευσαμένους δʼ αὐτοὺς τὰ τῶν ὁσιῶν ἀποκτεῖναι νήπια, καὶ ἑνὸς ἐκτεθέντος τέκνου, καὶ σωθέντος, εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων, καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ. 6Ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις, ἐπευθυμήσωσι.

7Προσεδέχθη δὲ ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπώλεια. 8Ὧς γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας. 9Κρυφῇ γὰρ ἐθυσιαζον ὅσιοι παῖδες ἀγαθῶν, καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο, τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήψεσθαι τοὺς ἁγίους, πατέρων ἤδη προαναμελπόντων αἴνους.

10Ἀντήχει δʼ ἀσύμφωνος ἐχθρῶν βοὴ, καὶ οἰκτρὰ διεφέρετο θρηνουμένων παίδων. 11Ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθεὶς, καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων.

12Ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους, οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοὶ, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διεφθάρη. 13Πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακίας, ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ, ὡμολόγησαν Θεοῦ υἱὸν λαὸν εἶναι. 14Ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα, καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης, 15ὁ παντοδύναμός σου λόγος ἀπʼ οὐρανῶν ἐκ θρόνων βασιλειῶν, ἀπότομος πολεμιστὴς, εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς, ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σον φέρων, 16καὶ στὰς ἐπλήρωσε τὰ πάντα θανάτου· καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δʼ ἐπὶ γῆς. 17Τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶς ἐξετάραξαν αὐτοὺς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι 18καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος, διʼ ἣν ἔθνησκεν αἰτίαν ἐνεφάνιζεν. 19Οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς, τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες διʼ ὃ κακῶς πάσχουσιν, ἀπόλωνται.

20Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους· ἀλλʼ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή. 21Σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησε· τὸ τῆς ἰδίας λειτουργίας ὅπλον, προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας, ἀντέστη τῷ θυμῷ, καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ, δεικνὺς ὅτι σός ἐστι θεράπων.

22Ἐνίκησε δὲ τὸν ὄχλον οὐκ ἰσχύϊ τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν, ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας. 23Σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπʼ ἀλλήλων νεκρῶν, μεταξὺ στὰς, ἀνέκοψε τὴν ὀργὴν, καὶ διέσχισε τὴν πρὸς τοὺς ζῶντας ὁδόν. 24Ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ. 25Τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δὲ ἐφοβήθησαν· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.

19Τοῖς δὲ ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη· προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα, 2ὅτι αὐτοὶ ἐπιστρέψαντες τοῦ ἀπεῖναι, καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς, διώξουσι μεταμεληθέντες. 3Ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πὲνθη, καὶ προσοδυρόμενοι τάφοις νεκρῶν, ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας, καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς φυγάδας ἐδίωκον. 4Εἷλκε γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη, καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν, ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προαναπληρώσωσιν κόλασιν· 5καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν περάσῃ, ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον.

6Ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο, ὑπηρετοῦσα ταῖς ἰδίαις ἐπιταγαῖς, ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς. 7Ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη, ἐκ δὲ προϋφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη, ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος, καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου, 8διʼ οὗ πανεθνὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρί, θεωρήσαντες θαυμαστὰ τέρατα. 9Ὡς γὰρ ἵπποι ἐνεμήθησαν, καὶ ὡς ἀμνοὶ διεσκίρτησαν, αἰνοῦντές σε, Κύριε, τὸν ῥυόμενον αὐτούς. 10Ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν, πῶς ἀντὶ μὲν γενέσεως ζώων ἐξήγαγεν ἡ γῆ σκνῖπα, ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων.

11Ἐφʼ ὑστέρῳ δὲ εἶδον καὶ νέαν γένεσιν ὀρνέων, ὅτι ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς. 12Εἰς γὰρ παραμυθίαν ἀνέβη αὐτοῖς ἀπὸ θαλάσσης ὀρτυγομήτρα, 13καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον, οὐκ ἄνευ τῶν γεγονότων τεκμήριων τῇ βίᾳ τῶν κεραυνῶν· δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις· καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν. 14Οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας, οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο. 15Καὶ οὐ μόνον, ἀλλʼ ἥτις ἐπισκοπὴ ἔσται αὐτῶν, ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους· 16οἱ δὲ μετὰ ἑορτασμάτων εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων δεινοῖς ἐκάκωσαν πόνοις. 17Ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ, ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου θύραις, ὅτε ἀχανεῖ περιβληθέντες σκότει, ἕκαστος τῶν αὐτοῦ θυρῶν τὴν δίοδον ἐζήτει.

18Διʼ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα, ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα διαλλάσσουσι, πάντοτε μένοντα ἤχῳ, ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς. 19Χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο, καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς. 20Πῦρ ἴσχυσεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως, καὶ ὕδωρ τῆς σβεστικῆς δυνάμεως ἐπελανθάνετο. 21Φλόγες ἀνάπαλιν εὐφθάρτων ζώων οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων, οὐδὲ τηκτὸν εὔτηκτον κρυσταλλοειδὲς γένος ἀμβροσίας τροφῆς. 22Κατὰ πάντα γὰρ, Κύριε, ἐμεγάλυνας τὸν λαόν σου, καὶ ἐδόξασας, καὶ οὐχ ὑπερεῖδες, ἐν παντὶ καιρῷ καὶ τόπῳ παριστάμενος.