Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

ESGC1C2C3C4C5C6C7C8C9C10

BrLXX ESG Chapter 7

ESG 7 ©

7Εἴσῆλθε δὲ ὁ βασιλεὺς καὶ Ἀμὰν, συμπιεῖν τῇ βασιλίσσῃ. 2Εἶπε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ, τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου; καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 3Καὶ ἀποκριθεῖσα, εἶπεν, εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου, καὶ ὁ λαός μου τῷ ἀξιώματί μου. 4Ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως. 5Εἶπε δὲ ὁ βασιλεὺς, τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο; 6Εἶπε δὲ Ἐσθὴρ, ἄνθρωπος ἐχθρὸς Ἀμὰν, ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.

7Ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν· ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.

8Ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου. Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην, ἀξιῶν τὴν βασίλισσαν· εἶπν δὲ ὁ βασιλεὺς, ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. 9Εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα, ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα· εἶπε δὲ ὁ βασιλεὺς, σταυρωθήτω ἐπʼ αὐτοῦ. 10Καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ· καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.

ESG 7 ©

ESGC1C2C3C4C5C6C7C8C9C10