Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

ESGC1C2C3C4C5C6C7C8C9C10

BrLXX ESG Chapter 6

ESG 6 ©

6Ὁ δε Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοὺ βασιλέως τὴν νύκτα ἐκείνην· καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 2Εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς, καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ.

3Εἶπε δὲ ὁ βασιλεὺς, τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως, οὐκ ἐποίησας αὐτῷ οὐδέν. 4Ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ· εἶπν δὲ ὁ βασιλεύς, τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ, κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε. 5Καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως, ἰδοὺ Ἀμὰν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν ὁ βασιλεύς, καλέσατε αὐτόν.

6Εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμὰν, τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ Ἀμάν, τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 7Εἶπε δὲ πρὸς τὸν βασιλέα, ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, 8ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφʼ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 9καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων, καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ· καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως, λέγων, οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει. 10Εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμὰν, καλῶς ἐλάλησας· οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ, τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας.

11Ἔλαβε δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως, καὶ ἐκήρυσσε λέγων, οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι.

12Ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν· Ἁμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 13Καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ, καὶ τοῖς φίλοις· καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι, καὶ ἡ γυνή εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετʼ αὐτοῦ. 14Ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι, ἐπισπεύδοντες τὸν Ἀμὰν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Ἐσθήρ.

ESG 6 ©

ESGC1C2C3C4C5C6C7C8C9C10