Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

ESGC1C2C3C4C5C6C7C8C9C10

BrLXX ESG Chapter 8

ESG 8 ©

8Καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Ἐσθὴρ ὅσα ὑπῆρχεν Ἀμὰν τῷ διαβόλῳ· καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως· ὑπέδειξε γὰρ Ἐσθὴρ, ὅτι ἐνοικείωται αὐτῇ. 2Ἔλαβε δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Ἀμὰν, καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ· καὶ κατέστησεν Ἐσθὴρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Ἀμάν.

3Καὶ προσθεῖσα ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ ἠξίου ἀφελεῖν τὴν Ἀμὰν κακίαν, καὶ ὅσα ἐποίησε τοῖς Ἰουδαίοις. 4Ἐξέτεινε δὲ ὁ βασιλεὺς Ἐσθὴρ τὴν ῥάβδον τὴν χρυσῆν· ἐξηγέρθη δὲ Ἐσθὴρ παρεστηκέναι τῷ βασιλεῖ, 5καὶ εἶπεν Ἐσθὴρ, εἰ δοκεῖ σοι, καὶ εὗρον χάριν, πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Ἀμὰν, τὰ γραφέντα ἀπολέσθαι τοὺς Ἰουδαίους, οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου. 6Πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου;

7Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθὴρ, εἰ πάντα τὰ ὑπάρχοντα Ἀμὰν ἔδωκα καὶ ἐχαρισάμην σοι, καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου, ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ἰουδαίοις, τί ἔτι ἐπιζητεῖς; 8Γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου, ὡς δοκεῖ ὑμῖν, καὶ σφραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος, καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν.

9Ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνὶ, ὅς ἐστι Νισὰν, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς Ἰουδαίοις, ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν, ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἰκοσιεπτὰ σατράπαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν αὐτῶν λέξιν.

10Ἐγράφη δὲ διὰ τοῦ βασιλέως, καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ· καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιοφόρων, 11ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει, βοηθῆσαί τε αὑτοῖς, καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν, ὡς βούλονται, 12ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς, ὅς ἐστιν Ἀδάρ.

12aὯν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα·

12b“Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι, καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. 12cΠολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι, μεῖζον ἐφρόνησαν, καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν, καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι· 12dκαὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. 12eΠολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπʼ ἐξουσίαις τεταγμένεν τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα, παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις, 12fτῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. 12gΣκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὡς παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀναξίᾳ δυναστευόντων λοιμότητι· 12hκαὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα, εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετʼ εἰρήνης παρεξόμεθα 12iχρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως.

12k“Ὡς γὰρ Ἀμὰν Ἀμαδαθοῦ Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος, καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν, 12lἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατερα, καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν. 12mΟὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν, ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς, καὶ τοῦ πνεύματος, 12nτόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον, καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει, πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν. 12oΔιὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. 12pἩμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, 12qὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος Θεοῦ, τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει.

12r“Καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδαθοῦ ἀποσταλεῖσι γράμμασι, διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διατάχους ἀποδόντος αὐτῷ κρίσιν. 12sΤὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παῤῥησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις, καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς, ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τῇ αὐτῇ ἡμέρᾳ· 12tΤαύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους, ἐποίησεν αὐτοῖς εὐφροσύνην.

12u“Καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς, ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτήρια ᾖ ἡμῖν, καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι, μνημόσυνον τῆς ἀπωλείας. 12xΠᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται.”

13Τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους.

14Οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις.

15Ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεγ ἐστολισμένος τὴν βασιλικὴν στολὴν, καὶ στέφανον ἔχων χρυσοῦν, καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν. 16Τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη 17κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα· οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη· καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο, καὶ Ἰουδάϊζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.

ESG 8 ©

ESGC1C2C3C4C5C6C7C8C9C10