Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

GESC1C2C3C4C5C6C7C8C9

BrLXX GES Chapter 3

GES 3 ©

3Καὶ βασιλεὺς Δαρεῖος ἐποίησε δοχὴν μεγάλην πᾶσι τοῖς ὑπʼ αὐτὸν, καὶ πᾶσι τοῖς οἰκογενέσιν αὐτοῦ, καὶ πᾶσι τοῖς μεγιστᾶσι τῆς Μηδίας καὶ τῆς Περσίδος, 2καὶ πᾶσι τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπʼ αὐτὸν, ἀπὸ τῆς Ἰνδικῆς μέχρις Αἰθιοπίας, ἐν ταῖς ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις. 3Καὶ ἐφάγοσαν καὶ ἐπίοσαν, καὶ ἐμπλησθέντες ἀνέλυσαν· ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα ἑαυτοῦ, καὶ ἐκοιμήθη, καὶ ἔξυπνος ἐγένετο.

4Τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως, 5εἶπαν ἕτερος πρὸς τὸν ἕτερον, εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον, ὃς ὑπερισχύσει· καὶ οὗ ἐὰν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας, καὶ ἐπινίκια μεγάλα, 6καὶ πορφύραν περιβαλέσθαι, καὶ ἐν χρυσώμασι πίνειν, καὶ ἐπὶ χρυσῷ καθεύδειν, καὶ ἅρμα χρυσοχάλινον, καὶ κίδαριν βυσσίνην, καὶ μανιάκην περὶ τὸν τράχηλον, 7καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ, καὶ συγγενὴς Δαρείου κληθήσεται.

8Καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον, ἐσφαγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως, 9καὶ εἶπαν, ὅταν ἐγερθῇ ὁ βασιλεὺς, δώσουσιν αὐτῷ τὸ γράμμα, καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος, ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται. 10Ὁ εἷς ἔγραψεν, ὑπερισχύει ὁ οἶνος. 11Ὁ ἕτερος ἔγραψεν, ὑπερισχύει ὁ βασιλεύς. 12Ὁ τρίτος ἔγραψεν, ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια.

13Καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεὺς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω. 14Καὶ ἐξαποστείλας ἐκάλεσε πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας, καὶ τοὺς σατράπας καὶ στρατηγοὺς, καὶ τοπάρχας καὶ ὑπάτους, 15καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν. 16Καὶ εἶπε, καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσι τοὺς λόγους ἑαυτῶν· καὶ ἐκλήθησαν, καὶ εἰσήλθοσαν. 17Καὶ εἶπαν αὐτοῖς, ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων.

18Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου, καὶ ἔφη οὕτως, ἄνδρες, 19πῶς ὑπερισχύει ὁ οἶνος; πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ, τὴν διάνοιαν τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου· 20καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα· 21καὶ πάσας καρδίας ποιεῖ πλουσιας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν. 22Καὶ οὐ μέμνηνται, ὅταν πίνωσι, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σπῶνται τὰς μαχαίρας. 23Καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηνται ἃ ἔπραξαν. 24Ὦ ἄνδρες, οὐχ ὑπερισχύει ὁ οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕτως εἴπας.

GES 3 ©

GESC1C2C3C4C5C6C7C8C9