Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

GESC1C2C3C4C5C6C7C8C9

BrLXX GES Chapter 2

GES 2 ©

2Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου, 2ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γραπτῶν, λέγων, 3τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος, ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ, Κύριος ὁ ὕψιστος. 4Καὶ ἐσήμῃνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ, τῇ ἐν τῇ Ἰουδαίᾳ.

5Εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ Ἰσραήλ· οὗ ὁ Κύριος, ὁ κατασκηνώσας ἐν Ἱερουσαλήμ. 6Ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ, ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δὀσεσι, 7μεθʼ ἵππων καὶ κτηνῶν, σὺν τοῖς ἄλλοις τοῖς κατʼ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν Ἱερουσαλήμ.

8Καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμὶν φυλῆς, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντων ὧν ἤγειρε Κύριος τό πνεῦμα, ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸν ἐν Ἱερουσαλήμ· 9καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι, καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη. 10Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ Ἱερουσαλὴμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ.

11Ἐξενέγκας δὲ αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθρδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι· 12Διὰ δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς Ἰουδαίας. 13Ὁ δὲ τούτων ἀριθμὸς ἦν, σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ διοχίλιαι τετρακόσιαι δέκα, καὶ ἄλλα σκεύη χίλια. 14Τὰ δὲ πάντα σκεύη ἐκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα. 15Ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρον ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.

16Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, Βήλεμος, καὶ Μιθραδάτης, καὶ Ταβέλλιος, καὶ Ῥάθυμος, καὶ Βεέλτεθμος, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν· 17Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου, Ῥάθυμος ὁ τὰ προσπίπτοντα, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν, καὶ κριταὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. 18Καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλήμ, τὴν πόλιν τήν ἀποστάτιν καὶ πονηρὰν, οἰκοδομοῦσι τάς τε ἀγορὰς αὐτῆς, καὶ τὰ τείχη θεραπεύουσι, καὶ ναὸν ὑποβάλλονται. 19Ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ, καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται.

20Καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο, 21ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις. 22Καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις, 23καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, διʼ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη. 24Νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ, καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς κοίλην Συρίαν καὶ Φοινίκην.

25Τότε ἀντέγραψεν ὁ βασιλεὺς Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα, καὶ Βεελτέθμῳ, καὶ Σαμελλίῳ γραμματεῖ, καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ, καὶ Συρίᾳ, καὶ Φοινίκῃ, τὰ ὑπογεγραμμένα. 26Ἀνέγνων τὴν ἐπιστολὴν ἣν πεπόμφατε πρὸς μέ· ἐπέταξα οὖν ἐπισκέψασθαι· καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα, 27καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες, καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἱερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες κοίλην Συρίαν καὶ Φοινίκην. 28Νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν, καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται. 29Καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.

30Τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων, Ῥάθυμος, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ τούτοις συντασσόμενοι, ἀναζεύξαντες εἰς Ἱερουσαλὴμ κατὰ σπουδὴν μεθʼ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας, καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἱερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

GES 2 ©

GESC1C2C3C4C5C6C7C8C9