Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX by section 4MA 15:1

4MA 15:1–15:32 ©

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 15

15Ὦ λογίσμε τέκνων, παθῶν τύραννε, καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα. 2Μήτηρ δυοῖν προκειμένων εὐσεβείας, καὶ τῆς ἑπτὰ υἱῶν σωτηρίας προκαίρους κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν· 3τὴν εὐσέβειαν μᾶλλον ἠγάπησεν τὴν σώζουσαν εἰς αἰώνιον ζωὴν κατὰ Θεόν.

4Ὦ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη, ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτῆρα θαυμάσιον ἐναπεσφράγιζον, μάλιστα διὰ τὸν τῶν παθῶν τοῖς γεννηθεῖσιν τὰς μητέρας καθεστάναι συμπαθευτέρας. 5Ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνότεραι. 6Πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ μήτηρ φιλοτεκνοτέρα, ἥ τις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργία, 7καὶ διὰ πολλὰς τὰς καθʼ ἔκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένην τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν, 8διὰ τὸν πρὸς τὸν Θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν.

9Οὐ μὴν δὲ, ἀλλὰ καὶ διὰ τὴν καλοκᾳγαθίαν τῶν υἱῶν, καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν, μείζων τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν. 10Δίκαιοί τε γὰρ ἦσαν, καὶ σώφρονες, καὶ σώφρονες, καὶ ἀνδρεῖοι, καὶ μεγαλόψυχοι, καὶ φιλάδελφοι, καὶ μεγαλόψυχοι, καὶ μεψαλόψυχοι, καὶ φιλάδελφοι, καὶ φιλομήτορες οὕτως, ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντες πείθεσθαι αὐτῇ.

11Ἀλλʼ ὅμως, καὶ ὑπὲρ τοσούτων ὄντων τῶν περὶ φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπʼ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι ἴσχυσαν μετατρέψαι. 12Ἀλλὰ καἰ καθʼ ἔνα παῖδα καὶ ὁμοῦ πάντας ἡ μήτηρ ἐπὶ τὸν τῆς εὐσεβείας προετρέπετο θάνατον. 13Ὦ φύσις ἱερὰ, καὶ φίλτρα γονέων καὶ γονεῦσιν φιλόστοργε, καὶ τροφεῖα, καὶ μητέρων ἀδάμαστα πάθη.

14Καθʼ ἕνα στρεβλούμενον καὶ φλεγόμενον ὁρῶσα υήτηρ, οὐ μετεβάλετο διὰ τὴν εὐσέβεβειαν. 15Τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας, καὶ τοὺς τὼν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας, καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας, ὥσπερ προσωπεῖα προκειμένας.

16Ὦ πικροτέρων μὲν νῦν μήτηρ πόνων πειρασθεῖσα, ἤπερ τῶν ἐπʼ αὐτοῖς ὠδίνων. 17Ὦ μόνη γυνὴ τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα. 18Οὐ μετέρεψέν σε πρωτότοκος ἀποπνέων· οὐδὲ δεύτερον εἰς οἶκτρον βλέπων ἐν βασάνοις· οὐδὲ τρίτος ἀποψύχων. 19Οὐδὲ τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμὸν, καὶ τοὺς μυκτῆρας προσημειουμένους αὐτῶν τὸν θάνατον, οὐκ ἔκλαυσας. 20Ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκεκομμένας, καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας, καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας, καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων χορεῖον διὰ τῶν βασάνων, οὐκ ἐδάκρυσας.

21Οὐχ οὕτως σειρήνιοι μελῳδίαι, οὐδὲ κύκνειοι πρὸς φιληκοΐαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται, ὦ τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων. 22Πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ, τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτερίοις ἐβασανίζετο βασάνοις;

23Ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινεν τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν. 24Καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν· ἀσπάσασα ἡ γενναῖα μήτηρ ἐξέδσεν διὰ τὴν πρὸς Θεὸν πίστιν. 25Καθάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους, φύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στρέβλαν. 26Δύο ψήφους κρατοῦσα μήτηρ, θανατηφόρον τε καὶ σωτήριον ὑπὲρ τένων· 27Οὐκ ἐπέγνω τὴν σώζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν. 28Ἀλλὰ τῆς θεοσεβοῦς Ἁβραὰμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη.

29Ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ νόμου, καὶ ὑπερασπίστεια τῆς εὐσεβείας, καὶ τοῦ διὰ σπλάγχνων ἀγῶνος ἀθλοφόρε. 30Ὦ ἀῤῥένων πρὸς καρτερίαν γενναιοτέρα, καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα. 31Καθάπερ γὰρ ἡ Νῶε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτεροὺς ὑπήνεγκεν τοὺς κλύδωνας· 32οὕτως σὺ, ἡ νομοφύλαξ, πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ, καὶ καρτεροῖς ἂν λοιμοῖς ταῖς τῶν υἱῶν βασάνοις συνεχομένη, γενναίως ὑπέμεινας τοὺς τῆς εὐσεβείας χειμῶνας.

4MA 15:1–15:32 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18