Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX by section 4MA 13:1

4MA 13:1–13:27 ©

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 13

13Εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοὶ, συνομολογεῖται πανταχόθεν, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 2Ὤσπερ γὰρ εἰ τοῖς πάθεσιν σουλωθέντες ἐμιεροφάγησαν, ἐλέγομεν γὰρ αὐτοὺς τούτοις νενικῆσθαι. 3Νυνὶ δὲ οὐχ οὕτως· ἀλλὰ τῷ ἐπαινουμένῳ λογισμῷ παρὰ περιεγένοντο τῶν παθῶν.

4Καὶ οὐκ ἐστὶν παριδεῖν τὴν ἡγεμονίαν· ἐπεκρὰτησεν γὰρ καὶ πὰθους καὶ πὸνων. 5Πῶς οὖν οὐκ ἐστὶν τούτοις τὴν εὐλογιστίας παθοκρὰτειαν ὁμολογεῖν, οἱ τῶν μὲν διὰ πυρὸς ἀλγησόνων οὐκ ἐπεστράφησαν; 6Καθάπερ γὰρ προπλήταις λιμένων πύργοις τὰς κυμάτων ἀπειλὰς ἀνακόπτοντες, γαληνὸν παρὲχουσιν τοῖς εἰσπλέουσιν τὸν ὅρμον. 7Οὕτος ἡ ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τῶν παθῶν ἐνίκησεν ἀκολασίαν.

8Ἱερὸν γὰρ εὐσεβείαν στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους, λέγοντες, 9ἀδελφικῶς ἀποθάνοιμεν, ἀδελφοὶ, περὶ τοῦ νόμον· μιμησώμεθα τούς τρεῖς τοὺς ἐπὶ Ἀσσυρίας νεανίσκους, οἵ τῆς ἰσεπόλιδος καμίνου κατεφρόνησαν. 10Μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβείας ἀπόδειξιν. 11Καὶ ὁ μὲν, θάῤῥει ἀδελφὲ, ἔλεγεν, ὁ δὲ, εὐγενῶς καρτέρησον. 12Ὁ δὲ, ἔλεγεν, μνήσθητε πόθεν ἐστὲ, ἢ τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν ὁ Ἰσαάκ.

13Εἶς δὲ ἕκαστος καὶ ἀλλήλους ὁμοῦ πάντες ἐφόρων φαιδροὶ καὶ μάλα θαῤῥαλέοι, ἐαυτοὺς, ἔλεγον, τῷ Θεῷ ἀφιερώσωμεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχὰς, καὶ χρήσωμεν τῇ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα. 14Μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτενεῖν 15Μέγας γὰρ ψυξῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσιν τῆν ἐντολὴν τοῦ Θεοῦ. 16Καθοπλισώμεθα τοιγαροῦν τῇ τοῦ θείου λογισμοῦ παθοκρατείᾳ. 17Οὕτως παθόντας ἡμᾶς Αβραὰμ καὶ Ἰακὼβ ὑποδέξονται, καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν. 18Καὶ ἑνὶ ἑκάστῳ τῶν ἀποστωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι, μὴ καταισχύνῃς ἡμᾶς ἀδελφὲ, μηδὲ ἀδελφὲ, μηδὲ ψεύσῃ τούς προαποθανόντας.

19Οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀνθρωπότητος φίλτρα, ἅπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ τῆς μητρῴας φυτεύσασα γαστρός· 20ἐν ᾗ τὸν ἶσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῳ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτῷ αἵματος ἀξηθέντες, καὶ δια τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες, 21καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνον, καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφʼ οὗ συντέφονται ἐν ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί· 22καὶ αὔξοντες σφοδρότερον διὰ συντροφίας, καὶ τῆς καθʼ ἠμέραν συνηθείας, καὶ τῆς ἄλλης παιδείας, καὶ τῆν ἡμετέρας ἐν νόμῳ Θεοῦ ἀσκήσεως.

23Οὕτως δὲ τοίνυν καθεστηκυίας τῆς φιλαδελφίας συμπαθούσης, οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον τὴν πρὸς ἀλλήλους ὁμόνοιαν. 24Νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες, καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς, καὶ τῷ δικαίῳ συντραφέντες βίῳ, μᾶλλον ἐπʼ αὐτοὺς ἥγαγον. 25Ἡ γὰρ ὁμοζηλία τῆς καλοκᾳγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους ὁμόνοιαν. 26Σὺν γάρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὐτοῖς κατεσκεύαζεν τὴν φιλαδελφίαν.

27Ἀλλʼ ὁμοίως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖν φίλτρα συναυξόντων, ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺν ἀδελφοὺς οἱ ὑπολελειμμένοι τοὺς καταικιζομένους, ὁρῶντες μέχρι θανάτου βασανιζομένους.

4MA 13:1–13:27 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18