Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX by section 4MA 9:1

4MA 9:1–9:32 ©

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 9

9Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς. 2Καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ γνώσει χρησαίμεθα.

3Σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα. 4Χαλεπώτερον γὰρ αὐτοὺς τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. 5Ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών. 6Εἰ δʼ οἱ γέροντες τῶν Ἑβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμὸυς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν.

7Πείραζε γαροῦν τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων. 8Ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς, τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν. 9Σὺ δὲ διὰ τὴν ἡμῶν μιαροφονίαν αὐτάρχη καρτερήσεις περὶ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός.

10Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλʼ ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη. 11Ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευθέντες παρήγαγον οἱ μαστισταὶ, καὶ διαῤῥήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 12Ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν, μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν. 13Περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας, ἔξαρθρος ἐγίνετο. 14Καὶ κατὰ πᾶν μέλος κλώμενος κατηγόρει, λέγων,

15Τύραννε μιαιρώτατε, καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ, καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλα θείου νόμου προασπίζοντα. 16Καὶ τῶν δορυφόρων λεγόντων, ὁμολόγησον φαγεῖν, οὕπως ἀπαλλαγῇς τῶν βασάνων, 17ὁ δὲ εἶπεν, οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τρόπος, ὦ μιαιροὶ διὰκονοι, ὥστε μου τὸν λογισμὸν ἄξαι· τέμνετέ μου μέλη, καὶ πυροῦτε τὰς σάρκας, καὶ στρεβλοῦτε τὰ ἄρθρα. 18Διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων· ὅτι μόνοι παῖδες Ἑβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι.

19Ταῦτα λέγοντες εἰς πῦρ ἐπέτρωσαν, καὶ διερεθίζοντες, τὸν τροχὸν προσεπικατέτεινον. 20Ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τρόχος, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς αὔξονας τοῦ ὀργάνου περιέῤῥεον αἱ σάρκες.

21Καὶ περιτετηκμένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Ἀβραμιαῖος νεανίας οὐκ ἐστέναξεν. 22Ἀλλʼ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας. 23Μιμήσασθέ με, ἀδελφοὶ, λέγων· μή μου τὸν αἰῶνα λειποτακτήσητε, μηδʼ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας. 24Διʼ ἧς ἷλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον. 25Καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας, ἀπέῤῥηξεν τὴν ψυχήν.

26Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθʼ ἡλικίαν τοῶ προτέρου δεύτερον, καὶ σιδηρᾶς ἐναρμοσάμενοί χεῖρας, ὀξέσιν τοῖς ὄνυξιν, τοῖς ὀργάνοις καταπέλτῃ προσέδησαν αὐτόν. 27Ὡς δὲ, εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι, τὴν εὐγενῆ γνώμην ἤκουσαν· 28ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι, μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλειοι θῆρες ἀπέσυραν· ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν, ἔλεγεν, 29Ὡς ἡδὺς πᾶς τρόπος θανάτου, διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον,

30Οὐ δοκεῖς, πάντων ὠμότατε τύραννε, πλεῖων ἐμοῦ σε νὺν βασανίζεσθαι, ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς. 31Ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι. 32Σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ· οὐκ ἐκφεύξῃ δὲ, μιαιρότατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας.

4MA 9:1–9:32 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18