Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX by section 4MA 5:1

4MA 5:1–5:38 ©

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 5

5Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου, 2καὶ τῶν στρατευμάτων αὐτῶν ἐνόπλων κυκλόθεν παρεστηκότων παρεκέλευεν τοῖς δορυφόροις ἕνα ἕκαστον τῶν Ἑβραίων περισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι. 3Εἰ δὲ τινες μὴ θέλοιεν μιαροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι.

4Πολλῶν δὲ συναρπασθέντων, εἷς πρῶτος ἐκ τῆς ἀγέλης Ἑβραῖος ὀνόματι Ἐλεάζαρος, τὸ γένος ἱερεὺς, τὴν ἐπιστήμην νομικὸς, καὶ τὴν ἡλικίαν προήκων, καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος, παρήχθη πλησίον αὐτοῦ.

5Καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος, ἔφη, 6ἐγὼ πρὶν ἂρξασθαι τῶν κατὰ σοῦ βασάνων, ὦ πρεσβύτα, συμβουλεύσαιμʼ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιὰν, ἥν μετὰ τοσοῦτον ἔχων χρόνον, οὔ μοι δοκεῖς φιλοσοφεῖν, τῇ Ἰουδαιων χρώμενος θρησκείᾳ. 7Διατί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζώου σαρκοφαγίαν βδελύττῃ; 8Καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ διʼ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας.

9Σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς, 10ἔτι κᾀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ· οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν; 11Καὶ ἀποσκεδάσεις ψῶν λογισμῶν σου τὸν λῆρον, καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβῶν νοῦν φιλοσοφήσεις τήν τοῦ συμφέροντος ἀλήθειαν; 12καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτειρήσεις τὸ σεαυτοῦ γῆρας; 13καὶ γὰρ ἐνθυμήθητι, ὡς εἰ καί τις ἐστιν τῆσδε τῆς θρησκείας ἐποπτικὴ δύναμις, συγνωμονήσειν σοι ἐπὶ πᾶσιν διʼ ἀνάγκην παρανομίᾳ γεινομένῃ.

14Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ Ἐλεάζαρος. 15Καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν, ἤρξατο δημηγορεῖν οὕτως· 16ἡμεῖς, Αντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτευεσθαι, οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας. 17Διὸ δὲ κατʼ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν. 18Καί τοι εἰ καὶ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς σὺ ὑπολαμβάνεις, θεῖος, (ἄλλως δὲ νομίζομεν αὐτὸν εἶναι θεῖον) οὐδὲ οὕτως ἐξὸν ἡμῖν ἦν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόκαν ἀκυρῶσαι. 19Μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην, εἰ μιαροφαγήσεμεν, ἁμαρτίαν. 20Τὸ γὰρ ἐν μικροῖς καὶ ἐν μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν· 21διʼ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται.

22Χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν, ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων. 23Σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει, ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν· 24καὶ δικαιοσύνην παιδεύει, ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν διδάσκειν, ὥστε μόνον τὸν ὄντα Θεὸν σέβειν μεγαλοπρεπῶς. 25Διὸ οὐ μιαροφαγοῦμεν· πιστεύοντες γὰρ Θεοῦ καθεστᾶναι τὸν νόμον, οἴδαμεν ὅτι καὶ κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης· 26τὰ μὲν οἰκειωθωσόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν, τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν.

27Τυραννικὸν δὲ, οὐ μόνον ἀναγκάζεις ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἔτι ἐγγελάσῃς. 28Ἀλλʼ οὐ γελάσεις κατʼ ἐμοῦ τοῦτον τὸν γέλωτα· 29οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω. 30Οὐδʼ ἂν ἐκκόψεις μου τὰ ὄμματα, καὶ τὰ σπλάγχνα μου τήξεις. 31Οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος, ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν.

32Πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε, καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον. 33Οὐχ οὕτως οἰκτειρήσω τὸ ἐμαυτοῦ γῆρας, ὥστε με διʼ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον. 34Οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδὲ φεύξομαί σε, φίλη ἐγκράτεια. 35Οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσεμαί σε, ἱερωσύνη τιμία, καὶ νομοθεσίας ἐπιστήμη· 36οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρηως στόμα, οὐδὲ νομίμου βίου ἡλικίαν.

37Ἁγνόν με οἱ πατέρες προσδέξονται, μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας. 38Ἀσεβῶν μὲν γὰρ τυραννήσεις· τῶν δὲ ἐμῶν περὶ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις, οὔτε διʼ ἔργων.

4MA 5:1–5:38 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18