Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX by section 4MA 3:1

4MA 3:1–3:21 ©

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 3

3Ἐστὶ δὲ κομιδῆ γελοῖος ὁ λογισμός οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν. 2Οἷον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.

3Θυμόν τις οὐ δύναται ἐκκόψαι ἡμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι. 4Κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾀ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι. 5Οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλʼ ἀνταγωνιστής. 6Ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι. 7Ἐπεὶ γὰρ διʼ ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυὶδ, πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν· 8τότε δὲ γενομένης ἑσπέρας, ὑδρῶν καὶ σφόδρα κεκμηκὼς, ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπέδευκεν.

9Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν. 10Ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγὰς, οὐκ ἠδύνατο διʼ αὐτῶν ἰάσασθαι τὴν δίψαν· 11ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν, καὶ λύουσα κατέφλεγεν.

12Ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμία σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας· 13καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξῄεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον. 14Καὶ ἀνευράμενοι θαῤῥαλέως τὴν πηγὴν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν.

15Ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι. 16Ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν, ἔσπεισεν τὸ πόμα τῷ Θεῷ. 17Δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς, καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθʼ ὑπερβολὴν οὔσας καταπαλαῖσαι, 18καὶ τῆς καλοκᾳγαθίας τοῦ λογισμοῦ ἀποπτῦσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας.

19Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ. 20Ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀποφορίσαι, καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι· 21τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν, πυλυτρόπως ἐχρήσαντο συμφοραῖς.

4MA 3:1–3:21 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18