Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18

BrLXX by section 4MA 6:1

4MA 6:1–6:35 ©

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 6

6Τοῦτον τὸν τρόπον ἀντιρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ἐλεάζαρον. 2Καὶ πρῶτον μὲν περιέδυσαν τὸν γηραιὸν ἐκκεκοσμημένον περὶ τὴν εὐσέβειαν εὐσχημοσύνην. 3Ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν, μάστιξιν κατῇκιζον· 4πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος.

5Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρω βασανιζόμενος κατʼ οὐδένα τρόπον μετετρέπετο. 6Ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς, ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας ὁ γέρων, καὶ κατεῤῥεῖτο τῷ αἵματι, 7καὶ τὰ πλευρὰ κατετιτρώσκετο, καὶ πίπτων εἰς τὸ ἔδαφος, ἀπὸ τοῦ μὴ φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν. 8Λὰξ γέ τοι τῶν πικρῶν τις δορυφόρων, εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων.

9Ὁ δὲ ὑπέμενεν τοὺς πόνους, καὶ περιεφρόνει τῆς ἀνάγκης, καὶ διεκαρτέρει τοὺς αἰκισμοὺς, 10καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων. 11Ἱδρῶν γέ τοι τὸ πρόσωπον, καὶ ἐπασθμαίνων σφοδρῶς, καὶ ὑπʼ αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐτυχίᾳ.

12Ὅθεν τὰ μὲν ἐλεοῦντες τὰ τοῦ γήρως αὐτοῦ, τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες, 13τὰ δὲ ἐν θαυμαστῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινὲς τῶν τοῦ βασιλέως ἔλεγον, 14τί τοῖς κακοῖς τούτοις σεαντὸν ἀλογίστως ἀπολλεῖς, 15Ἐλεάζαρ; ἡμεῖς μὲν τῶν ἡψημένων βρωμάτων παραθήσομεν· σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύσασθαι, σώθητι.

16Καὶ ὁ Ἐλεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθεὶς, ἀνεβόησεν, 17μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ Ἁβραὰμ παῖδες, ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι. 18Καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον, καὶ τὴν ἐπʼ αὐτῶν δόξαν νομίμως φυλάσσοντες, νῦν μεταβαλοίμεθα, 19καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιεροφαγίας. 20Αἰσχρὸν γὰρ εἰ ἐπιβιώσωμεν ἀλίγον χρόνον, 21καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ· καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν. 22Πρὸς ταῦτα ὑμεῖς μὲν, ὦ Ἁβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε. 23Οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε;

24Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτιρμὸν αὐτῶν μεταβαλλόμενον, ἐπὶ πῦρ αὐτὸν ἤγαγον. 25Ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπερέπτοσαν, καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον.

26Ὁ δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν, ἀνέτεινεν τὰ ὄμματα πρὸς τὸν Θεὸν, καὶ εἶπεν, σὺ οἶσθα, Θεὲ, παρόν μοι σώζεσθαι, 27βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον. 28Ἵλεως γενοῦ τῷ ἔθνει σου, ἀρκεσθεὶς τῇ ἡμετέρᾳ περὶ αὐτῶν δίκῃ. 29Καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα, καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν. 30Καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανεν, καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λσγισμῷ διὰ τὸν νόμον.

31Ὁμολογουμένως οἶν δεσπότης ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 32Εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπεδόμην τὴν τῆς ἐπικρατείας μαρτυρίαν. 33Νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν.

34Καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς, τὸ κράτος εἶναι τοῦ λογισμοῦ, ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ. 35Ἐπεὶ καὶ γελοῖον· καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμὸν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, μηδὲ αὐταῖς ὑπείκειν.

4MA 6:1–6:35 ©

4MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18