Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB MSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV SLT Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
SR-GNT MAT MARK LUKE YHN ACTs ROM 1 COR 2 COR GAL EPH PHP COL 1 TH 2 TH 1 TIM 2 TIM TIT PHM HEB YAC 1 PET 2 PET 1 YHN 2 YHN 3 YHN YUD REV
MARK C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16
16 Καὶ διαγενομένου τοῦ Σαββάτου, ἡ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου, καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 Καὶ λίαν πρωῒ μιᾷ τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 Καὶ ἔλεγον πρὸς ἑαυτάς, “Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;” 4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. 5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 Ὁ δὲ λέγει αὐταῖς, “Μὴ ἐκθαμβεῖσθε. ˚Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν, τὸν ἐσταυρωμένον. Ἠγέρθη! Οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 Ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ‘Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.’ ” 8 Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.