Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

ECCC1C2C3C4C5C6C7C8C9C10C11C12

BrLXX ECC Chapter 6

ECC 6 ©

6Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ὑπὸ τὸν ἄνθρωπον· 2Ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον καὶ ὑπαρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμήσει, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπʼ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· τοῦτο ματαιότης καὶ ἀῤῥωστία πονηρά ἐστιν.

3Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατόν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ, τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ψυχὴ αὐτοῦ οὐ πλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα, ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα. 4Ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται· 5Καί γε ἥλιον οὐκ εἶδε, καὶ οὐκ ἔγνω ἀναπαύσεις, τούτῳ ὑπὲρ τοῦτον· 6Καὶ ἔζησε χιλίων ἐτῶν καθόδους, καὶ ἀγαθωσύνην οὐκ εἶδε, μὴ οὐκ εἰς τόπον ἕνα πορεύεται τὰ πάντα;

7Πᾶς μόχθος ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται. 8Ὅτι περίσσεια τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα, διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς. 9Ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπερπορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

10Εἰ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροτὲρου ὑπὲρ αὐτόν. 11Ὅτι εἰσι λόγοι πολλοὶ πληθύνοντες ματαιότητα.

12Τί περισσὸν τῷ ἀνθρώπῳ; ὅτι τίς οἶδεν ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ζωῆς ἡμερῶν ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

ECC 6 ©

ECCC1C2C3C4C5C6C7C8C9C10C11C12