Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

ECCC1C2C3C4C5C6C7C8C9C10C11C12

BrLXX ECC Chapter 2

ECC 2 ©

2Εἶπον ἐγὼ ἐν καρδίᾳ μου, δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. 2Τῷ γέλωτι εἶπα, περιφορὰν, καὶ τῇ εὐφροσύνῃ, τί τοῦτο ποιεῖς;

3Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ κρατῆσαι ἐπʼ εὐφροσύνην, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. 4Ἐμεγάλυνα ποίημἀ μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, 5ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ. 6Ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπʼ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. 7Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. 8Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν ἀνθρώπων, οἰνοχόον καὶ οἰνοχόας.

9Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καί γε σοφία μου ἐστάθη μοι. 10Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπʼ αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης μου, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου· καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου. 11Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περίσσεια ὑπὸ τὸν ἥλιον.

12Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ παραφορὰν καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος ὅς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς; τὰ ὅσα ἐποίησεν αὐτήν. 13Καὶ εἶδον ἐγὼ ὅτι ἐστὶ περίσσεια τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περίσσεια τοῦ φωτὸς ὑπὲρ τὸ σκότος. 14Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται· καὶ ἔγνων καί γε ἐγὼ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.

15Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι, καὶ ἱνατί ἐσοφισάμην ἐγώ; περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, ὅτι καί γε τοῦτο ματαιότης, διότι ὁ ἄφρων ἐκ περισσεύματος λαλεῖ· 16Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;

17Καὶ ἐμίσησα σὺν τὴν ζωήν· ὅτι πονηρὸν ἐπʼ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. 18Καὶ ἐμίσησα ἐγὼ σύμπαντα μόχθον μου ὃν ἐγὼ κοπιῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετʼ ἐμέ. 19Καὶ τίς εἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; καὶ εἰ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. 20Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον· 21Ὅτι ἐστὶν ἄνθρωπος ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρίᾳ· καὶ ἄνθρωπος ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη. 22ὅτι γίνεται ἐν τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. 23Ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστίν.

24Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ· καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν· 25Ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ; 26Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

ECC 2 ©

ECCC1C2C3C4C5C6C7C8C9C10C11C12