BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA JNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
BrLXX JOS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24
BrLXX JOS 20 V1 V2 V3 V7 V8 V9
20 Καὶ ἐλάλησε Κύριος τῷ Ἰησοῖ, λέγων, 2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ. 3 Φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως· καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ· ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν.
7 Καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ, καὶ τὴν πόλιν Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρὼν, ἐν τῷ ὄρει τῷ Ἰούδα.
8 Καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ῥουβὴν, καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γὰδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ.
9 Αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἄν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
BrLXX JOS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24