Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
JOS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24
14 Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χαναὰν, οἷς κατεκληρονόμησαν αὐτοῖς Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ. 2 Κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς 3 ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου. Καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς, 4 ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσὴ καὶ Ἐφραΐμ· καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλʼ ἤ πόλεις κατοικεῖν, καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι, καὶ τὰ κτήνη αὐτῶν. 5 Ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐμέρισαν τὴν γῆν.
6 Καὶ προσήλθοσαν οἱ υἱοῖ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ· καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ Ἰεφονὴ ὁ Κενεζαῖος, σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνῆ. 7 Τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνῆ κατασκοπεῦσαι τὴν γῆν· καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ. 8 Οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετʼ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου. 9 Καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγων, ἡ γῆ ἐφʼ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 Καὶ νῦν διέθρεψέ με Κύριος ὃν τρόπον εἶπε· τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφʼ οὗ ἐλάλησε Κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν· καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· 11 Ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐζελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον. 12 Καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἰπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· νῦν δὲ οἱ Ἐνακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετʼ ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτοὺς, ὃν τρόπον εἶπέ μοι Κύριος.
13 Καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονῆ υἱῷ Κενὲζ ἐν κλήρῳ. 14 Διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ Ἰεφονῆ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ Ἰσραήλ. 15 Τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀργὸβ, μητρόπολις τῶν Ἐνακὶμ αὕτη· καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.
JOS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24