Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

EZRAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23

BrLXX EZRA Chapter 3

EZRA 3 ©

3Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν, καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ. 2Καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον Θεοῦ Ἰσραὴλ, τοῦ ἀνενέγκαι ἐπʼ αὐτὸ ὁλοκαυτώσεις, κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.

3Καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπʼ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν· καὶ ἀνέβη ἐπʼ αὐτὸ ὁλοκαύτωσις τῷ Κυρίῳ τοπρωῒ καὶ εἰς ἑσπέραν. 4Καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον, καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ· 5Καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ, καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τῷ Κυρίῳ τὰς ἡγιασμένας, καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ Κυρίῳ. 6Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ Κυρίῳ, καὶ ὁ οἶκος τοῦ Κυρίου οὐκ ἐθεμελιώθη. 7Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι, καὶ βρώματα καὶ ποτὰ, καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης, κατʼ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπʼ αὐτούς.

8Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ Κυρίου. 9Καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ἰούδα ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ Θεοῦ· υἱοὶ Ἠναδὰδ, υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται.

10Καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου· καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι, καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν Κύριον ἐπὶ χεῖρας Δαυὶδ βασιλέως Ἰσραήλ. 11Καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ἰσραήλ· καὶ πᾶς ὁ λαὸς ἐσήμαινε φωνῇ μεγάλῃ αἰνεῖν τῷ Κυρίῳ ἐπὶ τῇ θεμελιώσει τοῦ οἴκου Κυρίου. 12Καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἴκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ, καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ· καὶ ὁ ὄχλος ἐν σημασίᾳ μετʼ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν. 13Καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ, καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.

EZRA 3 ©

EZRAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23