Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51
26 Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνὴρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. 2 Γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. 3 Γυνὴ ἀγαθὴ μερὶς ἀγαθὴ, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. 4 Πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.
5 Ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμὸν ὑπὲρ θάνατον, πάντα μοχθηρά. 6 Ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ, καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. 7 Βοοζύγιον σαλευόμενον γυνὴ πονηρὰ, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου. 8 Ὀργὴ μεγάλη γυνὴ μέθυσος, καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. 9 Πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. 10 Ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακὴν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται. 11 Ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ· 12 Ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται, καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
13 Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. 14 Δόσις Κυρίου γυνὴ σιγηρὰ, καὶ οὐκ ἐστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς. 15 Χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρὰ, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. 16 Ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου, καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ. 17 Λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ. 18 Στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς, καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς.
28 Επὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν διʼ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν· ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν. 29 Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας.
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51