BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA JNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
BrLXX SIR Intro C1 C2 C3 C4 C5 C6 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51
BrLXX SIR 7 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11 V12 V13 V14 V15 V16 V17 V17a V17b V18 V19 V20 V21 V22 V23 V24 V25 V26 V27 V28 V29 V30 V31 V32 V33 V34 V35 V36
7 Μὴ ποίει κακὰ, καὶ οὐ μὴ σε καταλάβῃ κακόν. 2 Ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
3 Υἱὲ μὴ σπεῖρε ἐπʼ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως. 4 Μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. 5 Μὴ δικαιοῦ ἔναντι Κυρίου, καὶ παρὰ βασιλεῖ μὴ σοφίζου· 6 μὴ ζήτει γενέσθαι κριτὴς, μὴ οὐκ ἐξισχύσεις ἐξάραι ἀδικίας. μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. 7 Μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. 8 Μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῶος ἔσῃ. 9 Μὴ εἴπῃς, τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ὑψίστῳ προσδέξεται. 10 Μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
11 Μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. 12 Μὴ ἀροτρία ψεῦδος ἐπʼ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. 13 Μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. 14 Μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων, καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. 15 Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν, καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην. 16 Μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· 17 Ταπείνωσον σφόδρα τὴν ψυχήν σου. 17a Μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ, 17b ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. 18 Μὴ ἀλλάξῃς φίλον ἕνεκεν ἀδιαφόρου, μήδʼ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ. 19 Μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, καὶ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. 20 Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ.
21 Οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχὴ, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. 22 Κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι. 23 Τέκνα σοί ἐστι, παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. 24 Θυγατέρες σοί εἰσι; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. 25 Ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. 26 Γυνή σοι ἐστὶ κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν.
27 Ἐν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ. 28 Μνήσθητι ὅτι διʼ αὐτῶν ἐγενήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί; 29 Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. 30 Ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. 31 Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν, καὶ περὶ πλημμελείας, καὶ δόσιν βραχιόνων, καὶ θυσίαν ἁγιασμοῦ, καὶ ἀπαρχὴν ἁγίων. 32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. 33 Χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. 34 Μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον. 35 Μὴ ὄκνει ἐπισκέπτεσθαι ἄῤῥωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. 36 Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
BrLXX SIR Intro C1 C2 C3 C4 C5 C6 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51