Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51
21 Τέκνον, ἥμαρτες; μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι. 2 Ὡς ἀπὸ προσώπου ὄφεως, φεῦγε ἀπὸ ἁμαρτίας, ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς, ἀναιροῦντες ψυχὰς ἀνθρώπεν. 3 Ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις. 4 Καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσι πλοῦτον, οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται. 5 Δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται. 6 Μισῶν ἐλεγμὸν, ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
7 Γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν. 8 Ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις, ὡς ὁ συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα. 9 Στυππεῖον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός. 10 Ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου. 11 Ὁ φύλασσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία. 12 Οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι πανουργία πληθύνουσα πικρίαν. 13 Γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς. 14 Ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον, καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
15 Λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν, καὶ ἐπʼ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ. 16 Ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις. 17 Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ. 18 Ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία· καὶ γνῶσις ἀσυνέτου, ἀδιεξέταστοι λόγοι. 19 Πέδαι ἐν ποσὶν ἀνόητοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς. 20 Μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει. 21 Ὡς κόσμος χρυσοῦ φρονίμῳ παιδεία, καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
22 Ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου. 23 Ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται. 24 Ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ. 25 Χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται. 26 Ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν. 27 Ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν Σατανᾶν, αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
28 Μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων, καὶ ἐν παροικήσει μισηθήσεται.
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51