Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51
44 Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους, καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει. 2 Πολλὴν δόξαν ἔκτισεν ὁ Κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπʼ αἰῶνος. 3 Κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν, καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύσονται ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· 4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις, καὶ συνέσει γραμματείας λαοῦ· σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· 5 ἐκζητοῦντες μέλη μουσικῶν, διηγούμενοι ἔπη ἐν γραφῇ· 6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύϊ, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν· 7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. 8 Εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· 9 καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον, καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες, καὶ ἐγένοντο ὡς οὐ γεγονότες, καὶ τὰ τέκνα αὐτῶν μετʼ αὐτούς.
10 Ἀλλʼ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν. 11 Μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία, ἔκγονα αὐτῶν ἐν ταῖς διαθήκαις. 12 Ἔστη σπέρμα αὐτῶν καὶ τέκνα αὐτῶν διʼ αὐτούς· 13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ. ἐξαλειφθήσεται. 14 Τὸ σῶμα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς. 15 Σοφίαν αὐτῶν διηγήσονται λαοὶ, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.
16 Ἐνὼχ εὐηρέστησε Κυρίῳ, καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. 17 Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτο ἐγενήθη κατάλειμμα τῇ γῇ, διὰ τοῦτο ἐγένετο κατακλυσμός. 18 Διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτὸν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.
19 Ἁβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ, 20 ὃς συνετήρησε νόμον ὑψίστου, καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ· καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησε διαθήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός. 21 Διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ, ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθύναι αὐτὸν ὡς χοῦν τῆς γῆς, καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου γῆς.
22 Καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως διὰ Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην. 23 Καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισε δεκαδύο.
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51