Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51
20 Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος.
2 Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι, 3 καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται. 4 Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεανίδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.
5 Εστι σιωπῶν εὑρισκόμενος σοφὸς, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. 6 Ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν. 7 Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν. 8 Ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. 9 Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν. 10 Ἔστι δόσις ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστι δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν. 11 Ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν. 12 Ἔστιν ἀγοράζων πολλὰ ὀλίγου, καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον.
13 Ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται. 14 Δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθʼ ἑνὸς πολλοί. 15 Ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει, καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ· σήμερον δανειεῖ καὶ αὔριον ἀπαιτήσει· μισητὸς ἄνθρωπος ὁ τοιοῦτος. 16 Μωρὸς ἐρεῖ, οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἔσθοντες τὸν ἄρτον μου, φαῦλοι γλώσσῃ. 17 Ποσάκις, καὶ ὅσοι καταγελάσονται αὐτοῦ;
18 Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει. 19 Ἄνθρωπος ἄχαρις, μύθος ἄκαιρος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. 20 Ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολὴ, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς. 21 Ἔστι κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται. 22 Ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ διʼ αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν. 23 Ἔστι χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν. 24 Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
25 Αἱρετὸν κλέπτης, ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν. 26 Ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετʼ αὐτοῦ ἐνδελεχῶς.
ΛΟΓΟΙ ΠΑΡΑΒΟΛΩΝ.
27 Ο σοφὸς ἐν λόγοις προάξει ἑαυτὸν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν. 28 Ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θημωνίαν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν. 29 Ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. 30 Σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; 31 Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51