Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51
37 Πὰς φίλος ἐρεῖ, ἐφιλίασα αὐτῷ κᾷγώ· ἀλλʼ ἔστι φίλος ὀνόματι μόνον φίλος. 2 Οὐχὶ λύπη ἔνι ἕως θανάτου, ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν; 3 Ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; 4 Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· 5 Ἐταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι πολέμου λήψεται ἀσπίδα. 6 Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασί σου.
7 Πᾶς σύμβουλος ἐξαίρει βουλὴν, ἀλλʼ ἔστι συμβουλεύων εἰς ἑαυτόν. 8 Ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται· μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον, 9 καὶ εἴπῃ σοι, καλὴ ἡ ὁδός σου· καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. 10 Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν. 11 Μετὰ γυναικὸς περὶ ἀντιζήλου αὐτῆς, καὶ μετὰ δειλοῦ περὶ πολέμου· μετὰ ἐμπόρου περὶ μεταβολίας, καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως· μετὰ βασκάνου περὶ εὐχαριστίας, καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας· μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου, καὶ μετὰ μισθίου ἐφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας· μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας.
12 Ἀλλʼ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς· ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι. 13 Καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἐστί σοι πιστότερος αὐτῆς· 14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν, ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς. 15 Καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου. 16 Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή.
17 Ἴχνος ἀλλοιώσεως καρδίας. 18 Τέσσαρα μέρη ἀνατέλλει, ἀγαθὸν καὶ κακὸν, ζωὴ καὶ θάνατος, καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. 19 Ἔστιν ἀνὴρ πανοῦργος καὶ πολλῶν παιδευτὴς, καὶ τῇ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν. 20 Ἔστι σοφιζόμενος ἐν λόγοις μισητὸς, οὗτος πάσης τροφῆς καθυστερήσει, 21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. 22 Ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.
23 Ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. 24 Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. 25 Ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι. 26 Ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.
27 Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ. 28 Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. 29 Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· 30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας. 31 Διʼ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.
SIR Intro C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51