BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA JNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
BrLXX HOS C1 C2 C3 C4 C5 C7 C8 C9 C10 C11 C12 C13 C14
BrLXX HOS 6 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11
6 πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, 2 καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα, 3 καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.
4 Τί σοι ποιήσω Ἐφραίμ; τί σοι ποιήσω Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν· ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου· καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.
6 Διότι ἔλεος θέλω ἢ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. 7 Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου Γαλαὰδ πόλις, 8 ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ, 10 πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα· ἄρχου τρυγᾷν σεαυτῷ, 11 ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου.