Open Bible Data Home  About  News  OET Key

OET OET-RV OET-LV ULT UST BSB MSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV SLT Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Parallel Simple Interlinear Topics Reference Dictionary Search

BrLXX By Document By Section By Chapter Details

BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN

HOS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14

BrLXX by section HOS 6:1

⌂ ← HOS 6:1–6:11 → ║ ═ ©

ΩΣΗΕ. Αʹ 6

6 πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει,
2 καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα,
3 καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.

4 Τί σοι ποιήσω Ἐφραίμ; τί σοι ποιήσω Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν· ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου· καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.

6 Διότι ἔλεος θέλω ἢ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. 7 Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου Γαλαὰδ πόλις, 8 ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ, 10 πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα· ἄρχου τρυγᾷν σεαυτῷ, 11 ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου.

⌂ ← HOS 6:1–6:11 → ║ ═ ©

HOS C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14