Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

TOBC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14

BrLXX TOB Chapter 12

TOB 12 ©

12Καὶ ἐκάλεσε Τωβὶτ Τωβίαν τὸν υἱὸν αὐτοῦ, καὶ εἶπεν αὐτῷ· ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι· καὶ προσθεῖναι αὐτῷ δεῖ. 2Καὶ εἶπε, πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα, 3ὅτι με ἀγήοχέ σοι ὑγιῆ, καὶ τὴν γυναῖκά μου ἐθεράπευσε, καὶ τὸ ἀργύριόν μου ἤνεγκε, καὶ σὲ ὁμοίως ἐθεράπευσε.

4Καὶ εἶπεν ὁ πρεσβύτης, δικαιοῦται αὐτῷ. 5Καὶ ἐκάλεσε τὸν ἄγγελον, καὶ εἶπεν αὐτῷ, λάβε τὸ ἥμισυ πάντων ὧν ἐνηνόχατε, καὶ ὕπαγε ὑγιαίνων. 6Τότε καλέσας τοὺς δύο κρυπτῶς, εἶπεν αὐτοῖς, εὐλογεῖτε τὸν Θεὸν, καὶ αὐτῷ ἐξομολογεῖσθε, καὶ μεγαλωσύνην δίδοτε αὐτῷ, καὶ ἐξομολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησε μεθʼ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν, καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες· καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. 7Μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως· ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. 8Ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης, ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον. 9Ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὕτη ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς. 10Οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσι τῆς ἑαυτῶν ζωῆς.

11Οὐ μὴ κρύψω ἀφʼ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δὴ, μυστήριον βασιλέως κρύψαι καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. 12Καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάῤῥα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκροὺς, ὡσαύτως συμπαρήγμην σοι. 13Καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρὸν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. 14Καὶ νῦν ἀπέστειλέ με ὁ Θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάῤῥαν. 15Ἐγώ εἰμι Ῥαφαήλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων, καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.

16Καὶ ἐταράχθησαν οἱ δύο, καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. 17Καὶ εἶπεν αὐτοῖς, μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ Θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα, 18ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ Θεοῦ ἡμῶν ἦλθον, ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. 19Πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. 20Καὶ νῦν ἐξομολογεῖσθε τῷ Θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. 21Καὶ ἀνέστησαν, καὶ οὐκ ἔτι εἶδον αὐτόν. 22Καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ, ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος Κυρίου.

TOB 12 ©

TOBC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14