Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
JER C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51 C52
50 Καὶ ἐγενήθη, ὡς ἐπαύσατο Ἱερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτοὺς, πάντας τοὺς λόγους τούτους, 2 καὶ εἶπεν Ἀζαρίας υἱὸς Μαασαίου, καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἄνδρες, οἱ εἰπόντες τῷ Ἱερεμίᾳ, λέγοντες, ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς, λέγων, μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3 ἀλλʼ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς, καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4 Καὶ οὐκ ἤκουσεν Ἰωάναν, καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως, καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου, κατοικῆσαι ἐν γῇ Ἰούδα.
5 Καὶ ἔλαβεν Ἰωάναν, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῃ, 6 τοὺς δυνατοὺς ἄνδρας, καὶ τὰς γυναῖκας, καὶ τὰ νήπια τὰ λοιπὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικὰμ, καὶ Ἱερεμίαν τὸν προφήτην, καὶ Βαροὺχ, υἱὸν Νηρίου, 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθον εἰς Τάφνας.
8 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν ἐν Τάφνας, λέγων, 9 λάβε σεαυτῷ λίθους μεγάλους, καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατʼ ὀφθαλμοὺς ἀνδρῶν Ἰούδα, 10 καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τᾶ ὅπλα ἐπʼ αὐτοὺς, 11 καὶ εἰσελεύσεται, καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμὸν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν. 12 Καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐμπυριεῖ αὐτὰς, καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
JER C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51 C52