Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

JERC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52

BrLXX JER Chapter 33

JER 33 ©

33ἘΝ ἈΡΧΗ ΒΑΣΙΛΕΩΣ ἸΩΑΚΕΙΜ ΥΙΟΥ ἸΩΣΙΑ, ἘΓΕΝΗΘΗ Ὁ ΛΟΓΟΣ ΟΥΤΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ· 2Οὕτως εἶπε Κύριος, στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις, καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου, ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ῥῆμα. 3Ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4Καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, ἐὰν μὴ ἀκούσητέ μου, τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα, καὶ οὐκ ἠκούσατέ μου, 6καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ, καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς.

7Καὶ ἤκουσαν οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς τοῦ Ἱερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου. 8Καὶ ἐγένετο Ἱερεμίου παυσαμένου λαλοῦντος πάντα ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς, λέγων, θανάτῳ ἀποθανῇ, 9ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου, λέγων, ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων·

Καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἱερεμίαν ἐν οἴκῳ Κυρίου. 10Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον τοῦτον, καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου, καὶ ἐκάθισαν ἐν προθύροις πύλης τῆς καινῆς. 11Καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας, καὶ παντὶ τῷ λαῷ, κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν.

12Καὶ εἶπεν Ἱερεμίας πρὸς τοὺς ἄρχοντας, καὶ παντὶ τῷ λαῷ, λέγων, Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον, καὶ ἐπὶ τὴν πόλιν ταύτην, πάντας τοὺς λόγους οὓς ἠκούσατε. 13Καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφʼ ὑμᾶς. 14Καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν, ποιήσατέ μοι ὡς συμφέρει, καὶ ὡς βέλτιον ὑμῖν. 15Ἀλλʼ ἢ γνόντες γνώσεσθε, ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῶον δίδοτε ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.

16Καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς. 17Καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς, καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ, 18Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα, καὶ εἶπε παντὶ τῷ λαῷ Ἰούδα, οὕτως εἶπε Κύριος, Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ εἰς ἄβατον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19Μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.

20Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρὶμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ἱερεμίου. 21Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ, καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας, καὶ εἰσῆλθεν εἰς Αἴγυπτον. 22Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν, καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ, καὶ ἔῤῥιψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24Πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου, τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ, μὴ ἀνελεῖν αὐτόν.

JER 33 ©

JERC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52