Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
JER C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51 C52
1 ΤΟ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν του Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμὶν, 2 ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν, ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ. 3 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.
4 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτόν· 5 Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.
6 Καὶ εἶπα, ὁ ὢν δέσποτα, Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. 7 Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ λέγε, ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις. 8 Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. 9 Καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρὸς μὲ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου.
10 Ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν.
11 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, βακτηρίαν καρυΐνην. 12 Καὶ εἶπε Κύριος πρὸς μὲ, καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. 13 Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου Βοῤῥᾶ. 14 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀπὸ προσώπου Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 15 Διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. 16 Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως, περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
17 Καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου, καὶ ἀνάστηθι, καὶ εἰπὸ πάντα ὅσα ἄν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. 18 Ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεύσιν Ἰούδα, καὶ τοῖς ἄρχουσιν αὐτοῦ, καὶ τῷ λαῷ τῆς γῆς. 19 Καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ διότι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.
JER C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51 C52