Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

JERC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52

BrLXX JER Chapter 38

JER 38 ©

38Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπε Κύριος, ἔσομαι εἰς Θεὸν τῷ γένει Ἰσραὴλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 2Οὕτως εἶπε Κύριος, εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραὴλ. 3Κύριος πόῤῥωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε· διατοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. 4Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἔπι λήψῃ τύμπανόν σου, καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5Ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε, 6ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφραὶμ, ἀνάστητε, καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ὑμῶν.

7Ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακὼβ, εὐφράνθητε, καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε, καὶ αἰνέσατε· εἴπατε, ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. 8Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ Βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε. 9Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μου ἐστίν.

10Ἀκούσατε λόγους Κυρίου ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε, ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν, καὶ φυλάξει αὐτὸν, ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ. 11Ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακὼβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12Καὶ ἥξουσι, καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιὼν, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου, καὶ καρπῶν, καὶ κτηνῶν, καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. 13Τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους. 14Μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερεων υἱῶν Λευὶ, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται· οὕτως εἶπε Κύριος.

15Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη θρήνου, καὶ κλαυθμοῦ, καὶ ὀδυρμοῦ· Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν.

16Οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, 17μόνιμον τοῖς σοῖς τέκνοις.

18Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου, ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου. 19Ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με, ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 20Υἱὸς ἀγαπητὸς Ἐφραὶμ, ἐμοὶ παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διατοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτὸν, φησὶ Κύριος.

21Στῆσον σεαυτὴν Σιὼν, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης, ἀποστράφηθι παρθένος Ἰσραὴλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα. 22Ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινὴν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.

23Ὅτι οὕτως εἶπε Κύριος, ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα, καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ, εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ· 24Καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ, ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ. 25Ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα. 26Διατοῦτο ἐξηγέρθην, καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.

27Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους. 28Καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶ Κύριος. 29Ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. 30Ἀλλʼ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.

31Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, 32οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. 33Ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 34Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

35Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραὴλ, φησὶ Κύριος, περὶ πάντων ὧν ἐποίησαν.

36Οὕτως εἶπε Κύριος, ὁ δοὺς τὸν ἥλιον εἱς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτὸς, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησε τὰ κύματα αὐτῆς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· 37Ἐὰν παύσωναι οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας.

38Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ, ἕως πύλης τῆς γωνίας. 39Καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων, 40καὶ πάντες Ἀσαρημὼθ ἕως Νάχαλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.

JER 38 ©

JERC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36C37C38C39C40C41C42C43C44C45C46C47C48C49C50C51C52