Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

BrLXX 2SA Chapter 4

2SA 4 ©

4Καὶ ἤκουσεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτι τέθνηκεν Ἀβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρὼν, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν. 2Καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Ἰεβοσθὲ υἱῷ Σαούλ· ὄνομα τῷ ἑνὶ Βαανὰ, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχὰβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν· 3Καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθαὶμ, καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.

4Καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραὴλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ, καὶ ἔφυγε· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.

5Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥηχὰβ καὶ Βαανὰ, καὶ εἰσῆλθον εν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Ἰεβοσθὲ, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας. 6Καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς, καὶ ἐνύσταξε καὶ ἐκάθευδε· καὶ Ῥηχὰβ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον, 7καὶ εἰσῆλθον εἰς τὸν οἶκον· καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν, καὶ θανατοῦσιν αὐτὸν, καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.

8Καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπον πρὸς τὸν βασιλέα, ἰδοὺ ἡ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

9Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ῥηχὰβ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου, καὶ εἶπεν αὐτοῖς, ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαοὺλ, 10καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελὰκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια. 11Καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν, καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. 12Καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἀποκτείνουσιν αὐτούς, καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν, καὶ ἐκρέμασαν αὐτοὺς ἐπι τῆς κρήνης ἐν Χεβρὼν, καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.

2SA 4 ©

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24