Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

BrLXX 2SA Chapter 11

2SA 11 ©

11Καὶ ἐγένετο, ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ, καὶ τοὺς παῖδας αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸν πάντα Ἰσραὴλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμών· καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ.

2Καὶ ἐγένετο πρὸς ἑσπέραν, καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. 3Καὶ ἀπέστειλε Δαυὶδ, καὶ ἐζήτησε τὴν γυναῖκα, καὶ εἶπεν, οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου;

4Καὶ ἀπέστειλεν Δαυὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς· καὶ αὕτη ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 5Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ, καὶ εἶπεν, ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. 6Καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ, λέγων, ἀπόστειλον πρὸς μὲ τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ.

7Καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ, καὶ εἰς εἰρήνην τοῦ λαοῦ, καὶ εἰς εἰρήνην τοῦ πολέμου. 8Καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ, Κατάβηθι εἰς τὸν οἶκόν σου, καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. 9Καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 10Καὶ ἀνήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι Οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ· καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 11Καὶ εἶπεν Οὐρίας πρὸς Δαυὶδ, ἡ κιβωτὸς, καὶ Ἰσραὴλ, καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ, καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι, καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν, καὶ πιεῖν, καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο. 12Καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.

13Καὶ ἐκάλεσεν αὐτὸν Δαυὶδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ, καὶ ἔπιε, καὶ ἐμέθυσεν αὐτὸν, καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.

14Καὶ ἐγένετο πρωῒ, καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου. 15Καὶ ἔγραψεν ἐν βιβλίῳ, λέγων, εἰσάγαγε τὸν Οὐρίαν ἐξεναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

16Καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν, καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 17Καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυὶδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος.

18Καὶ ἀπέστειλεν Ἰωὰβ, καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα· 19καὶ ἐνετείλατο τῷ ἀγγέλῳ, λέγων, ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα, 20καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι, τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους; 21Τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔῤῥιψε κλάσμα μύλου ἐπʼ αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.

22Καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλὴμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ, πάντα τὰ ῥήματα τοῦ πολέμου· καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ, καὶ εἶπε πρὸς τὸν ἄγγελον, ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔῤῥιψεν ἐπʼ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; 23Καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ, ὅτι ἐκραταίωσαν ἐφʼ ἡμᾶς οἱ ἄνδρες, καὶ ἐξῆλθον ἐφʼ ἡμᾶς εἰς τὸν ἀγρὸν, καὶ ἐγενήθημεν ἐπʼ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης. 24Καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 25Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον, τάδε ἐρεῖς πρὸς Ἰωάβ, μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰν τὴν πόλιν, καὶ κατάσπασον αὐτὴν, καὶ κραταίωσον αὐτήν.

26Καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς. 27Καὶ διῆλθε τὸ πένθος, καὶ ἀπέστειλεν Δαυὶδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησε Δαυὶδ ἐν ὀφθαλμοῖς Κυρίου.

2SA 11 ©

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24