Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

BrLXX 2SA Chapter 22

2SA 22 ©

22Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαούλ. 2Καὶ εἶπεν ᾠδή·

Κύριε πέτρα μου, καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί, 3ὁ Θεός μου, φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου, καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.

4Αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5Ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαῤῥοι ἀνομίας ἐθάμβησάν με. 6Ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. 7Ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.

8Καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὃτι ἐθυμώθη Κύριος αὐτοῖς. 9Ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπʼ αὐτοῦ. 10Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 11Καὶ ἐπεκάθισεν ἐπὶ τῷ χερουβὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου. 12Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων, ἐπάχυνεν ἐν νεφέλαις ἀέρος. 13Ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός. 14Ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. 15Καὶ ἀπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἢστραψεν ἀστραπὴν, καὶ ἐξέστησεν αὐτούς. 16Καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ. 17Ἀπέστειλεν ἐξ ὕξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν. 18Ἐῤῥύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

19Προέφθασάν με ἡμέραι θλίψεώς μου· καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου; 20καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, καὶ ἐξείλετό με, ὅτι ηὐδόκησες ἐν ἐμοί. 21Καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι. 22Ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. 23Ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπʼ αὐτῶν. 24Καὶ ἔσομαι ἄμωμος αὐτῷ, καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25Καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

26Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ· 27Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ. 28Καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. 29Ὅτι σὺ ὁ λύχνος μου Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου. 30Ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.

31Ὁ ἰσχυρὸς ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὸ ῥῆμα Κυρίου κραταιὸν πεπυρωμένον· ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπʼ αὐτόν. 32Τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν; 33Ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου. 34Τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με. 35Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. 36Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, 37καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.

38Διώξω ἐχθρούς μου, καὶ ἀφανιῶ αὐτοὺς, καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς. 39Καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40Καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου. 41Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. 42Βοήσονται, καὶ οὐκ ἔστι βοηθὸς, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν. 43Καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. 44Καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνω ἐδούλευσάν μοι. 45Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου. 46Υἱοὶ ἀλλότριοι ἀποῤῥιφήσονται, καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.

47Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου ὁ φύλαξ τῆς σωτηρίας μου. 48Ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, παιδεύων λαοὺς ὑποκάτω μου, 49καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με. 50Διὰ τοῦτο ἐξομολογήσομαί σοι Κύριε ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ. 51Μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι·

2SA 22 ©

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24