Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

BrLXX 2SA Chapter 1

2SA 1 ©

1ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο. 2Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

3Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτὸν, ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ ἐγὼ διασέσωσμαι. 4Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι· καὶ εἶπεν, ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον, καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε.

5Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγελλοντι αὐτῷ, πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ; 6Καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ, περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουὲ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7Καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ, καὶ εἶδέ με, καὶ ἐκάλεσέ με· καὶ εἶπα, ἰδοὺ ἐγώ. 8Καὶ εἶπέ μοι, τίς εἶ σύ; καὶ εἶπα, Ἀμαληκίτης ἐγώ εἰμι. 9Καὶ εἶπε πρὸς μὲ, στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινὸν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. 10Καὶ ἐπέστην ἐπʼ αὐτὸν καὶ ἐθανάτωσα αὐτὸν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν χλιδόνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.

11Καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτά· καὶ πάντες οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν. 12Καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ἰούδα καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.

13Καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ, πόθεν εἶ σύ; καὶ εἶπεν, υἱὸς ανδρὸς παροίκου Ἀμαληκίτου ἐγώ εἰμι.

14Καὶ εἶπεν αὐτῷ Δαυὶδ, πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; 15Καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ, καὶ εἶπε, προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέθανε. 16Καὶ εἶπε πρὸς αὐτὸν Δαυὶδ, τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.

17Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ. 18Καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.

19Στήλωσον Ἰσραὴλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί; 20Μὴ ἀναγγείλητε ἐν Γὲθ, καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. 21Ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφʼ ὑμᾶς, καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν· θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. 22Ἀφʼ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον Ἰωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή. 23Σαοὺλ καὶ Ἰωνάθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι, καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν. 24Θυγατέρες Ἰσραὴλ ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. 25Πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου, Ἰωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίαι; 26Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου Ἰωνάθαν, ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. 27Πῶς ἔπεσαν δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά;

2SA 1 ©

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24