SR-GNT MAT MARK LUKE JOHN ACTS ROM 1 COR 2 COR GAL EPH PHP COL 1 TH 2 TH 1 TIM 2 TIM TIT PHM HEB JAM 1 PET 2 PET 1 JHN 2 JHN 3 JHN JUDE REV
SR-GNT 2 COR C1 C2 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13
SR-GNT CO2 3 V1 V2 V3 V4 V5 V6 V7 V8 V9 V10 V11 V12 V13 V14 V15 V16 V17 V18
3 Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν; 2 Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, 3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ ˚Χριστοῦ, διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ ˚Πνεύματι ˚Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις.
4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ ˚Χριστοῦ πρὸς τὸν ˚Θεόν. 5 Οὐχ ὅτι ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ ˚Θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ ˚Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει, τὸ δὲ ˚Πνεῦμα ζῳοποιεῖ.
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ ˚Πνεύματος ἔσται ἐν δόξῃ; 9 Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. 10 Καὶ γὰρ οὐ δεδόξασται, τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 Ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν ˚Χριστῷ καταργεῖται. 15 Ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς ˚Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 Ὁ δὲ ˚Κύριος τὸ ˚Πνεῦμά ἐστιν· οὗ δὲ τὸ ˚Πνεῦμα ˚Κυρίου, ἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν δόξαν ˚Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ ˚Κυρίου, ˚Πνεύματος.