Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
2COR C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13
6 Συνεργοῦντες δὲ καὶ, παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ ˚Θεοῦ δέξασθαι ὑμᾶς. 2 Λέγει γάρ, “Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.” Ἰδοὺ, νῦν “καιρὸς εὐπρόσδεκτος”, ἰδοὺ, νῦν “ἡμέρα σωτηρίας”. 3 Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία. 4 Ἀλλʼ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς ˚Θεοῦ διάκονοι: ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν ˚Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει ˚Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ, ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. 12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. 13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν (ὡς τέκνοις λέγω) πλατύνθητε καὶ ὑμεῖς.
14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 15 Τίς δὲ συμφώνησις ˚Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 Τίς δὲ συγκατάθεσις ναῷ ˚Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς ˚Θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ ˚Θεὸς, ὅτι “Ἐνοικήσω ἐν αὐτοῖς”, καὶ “ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν ˚Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.” 17 “Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε”, λέγει ˚Κύριος, “καὶ ἀκαθάρτου μὴ ἅπτεσθε”· “Κἀγὼ εἰσδέξομαι ὑμᾶς”. 18 “Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας”, λέγει ˚Κύριος Παντοκράτωρ.