Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
SR-GNT MAT MARK LUKE YHN ACTs ROM 1COR 2COR GAL EPH PHP COL 1TH 2TH 1TIM 2TIM TIT PHM HEB YAC 1PET 2PET 1YHN 2YHN 3YHN YUD REV
2COR C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13
2 Ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. 2 Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 Καὶ ἔγραψα τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν, λύπην σχῶ ἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας, ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. 6 Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων, 7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ, καταποθῇ ὁ τοιοῦτος. 8 Διὸ παρακαλῶ ὑμᾶς, κυρῶσαι εἰς αὐτὸν ἀγάπην. 9 Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ὯΙ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, διʼ ὑμᾶς ἐν προσώπῳ ˚Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν ˚Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ ˚Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ ˚Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ, φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ. 15 Ὅτι ˚Χριστοῦ εὐωδία ἐσμὲν τῷ ˚Θεῷ, ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ ˚Θεοῦ, ἀλλʼ ὡς ἐξ εἰλικρινείας, ἀλλʼ ὡς ἐκ ˚Θεοῦ, κατέναντι ˚Θεοῦ ἐν ˚Χριστῷ λαλοῦμεν.